Ancient Greek · ~5 min
Section 5
Origen, De Engastrimytho 5
Not analysed yet
ἀλλ’ ὁ λόγος ἔτι ἐξετάζεται. Λέγω δὲ ὅτι ἀναγκαία καὶ ἡ ἱστορία καὶ ἡ ἐξέτασις ἡ περὶ αὐτῆς, ἵνα ἴδωμεν τί ἡμᾶς ἔχει μετὰ τὴν ἔξοδον. »λελάληκεν ἐν χειρί μου, καὶ διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαβίδ«. δαιμόνιον δὲ οὐ δύναται εἰδέναι τὴν βασιλείαν Δαβὶδ τὴν ὑπὸ τοῦ κυρίου χειροτονηθεῖσαν. »καθότι οὐκ ἤκουσας τὴν φωνὴν τοῦ κυρίου, οὐκ ἐποίησας ὀργὴν θυμοῦ αὐτοῦ ἐν Ἀμαλήκ«. ταῦτα οὐκ ἔστι ῥήματα θεοῦ; οὐκ ἔστιν ἀληθῆ; ἀληθῶς γὰρ οὐκ ἐποίησεν τὸ θέλημα κυρίου Σαούλ, ἀλλὰ »περιεποιήσατο τὸν βασιλέα Ἀμαλὴκ ἐφ’ ᾡ καὶ πρὸ τῆς κοιμήσεως αὐτοῦ καὶ ἐπὶ τῆς ἐξόδου ὠνείδισεν Σαμουὴλ τῷ Σαούλ· »καὶ διὰ τοῦτο τὸ ῥῆμα τοῦτο ἐποίησέν σοι κύριος ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ δώσει κύριος καίγε τὸν Ἰσραὴλ ἐν χειρὶ ἀλλοφύλων«. περὶ ὅλου λαοῦ θεοῦ δύναται δαιμόνιον προφητεῦσαι ὅτι κύριος μέλλει παραδιδόναι τὸν Ἰσραήλ; »καίγε τὴν παρεμβολὴν Ἰσραὴλ παραδώσει κύριος αὐτὴν ἐν χειρὶ ἀλλοφύλων. τάχυνον δὲ Σαούλ· αὔριον καὶ σὺ καὶ οἱ υἱοί σου μετ’ ἐμοῦ«. καὶ τοῦτο δύναται εἰδέναι δαιμόνιον, περὶ βασιλέα χειροτονηθέντα μετὰ προφητικοῦ, ὅτι αὔριον ἔμελλεν ἐξελεύσεσθαι ὁ Σαοὺλ τὸν βίον καὶ οἱ υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ; »αὔριον σὺ καὶ οἱ υἱοί σου μετ’ ἐμοῦ«.