Ancient Greek · ~15 min
Section 7
Origen, De Engastrimytho 7.1
Not analysed yet
Εἶτα καὶ ἄλλο τι θέλω εἰπεῖν ἀπ’ αὐτῆς τῆς γραφῆς. Σαμουὴλ ἀναβαίνει, καὶ τί τῷ Σαοὺλ λέγει ἑωρακέναι ἡ γυνή; οὐ λέγει ἑωρακέναι ἄνθρωπον· ἔπτηξεν τοῦτον ὃν εἰδεν. τίνα ὁρᾷ; θεοὺς ἐγὠ« φησιν »εἶδον, θεοὺς ἀναβαίνοντας ἀπὸ τῆς γῆς«. καὶ τάχα Σαμουὴλ οὐ μόνος ἀναβέβηκεν καὶ τότε προφητεύσων τῷ Σαούλ· ἀλλ’ εἰκός, ὥσπερ ἐνταῦθα μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ«, καὶ εἰσὶν ἐνταῦθα διατριβαὶ ἁγίων μετὰ ἁγίων, οὐχὶ δὲ ἁγίων μετὰ ἁματρτωλῶν, καὶ εἰ ἄρα ποτέ, ἐστὶ τῶν ἁγίων ἡ διατριβὴ μετὰ τῶν ἁμαρτωλῶν ὑπὲρ τοῦ καὶ τοὺς ἁμαρτωλοὺς σῶσαι, οὕτω τάχα καὶ ἀναβαίνοντι τῷ Σαμουὴλ συναναβεβήκασιν ἤτοι ἅγιαι ψυχαὶ ἄλλων προφητῶν ἢ ἄγγελοι ἦσαν μετὰ τῶν πνευμάτων συναναβεβηκότες. τάχα ζητήσεις εἰ ἄγγελοι ἦσαν ἐπὶ τῶν πνευμάτων αὐτῶν; ὁ προφήτης λέγει· »ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί«· καὶ πάντα πληροῦται τῶν δεομένων σωτηρίας καὶ »πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν«. τί φοβῇ εἰπεῖν ὅτι πᾶς τόπος χρῄζει Ἰησοῦ Χριστοῦ; χρῄζει τῶν προ- φητῶν ὁ χρῄζων Χριστοῦ· οὐδὲ γὰρ Χριστοῦ μὲν χρῄζει, τῶν δὲ εὐτρεπιζόντων Χριστοῦ παρουσίαν καὶ ἐπιδημίαν οὐ χρῄζει. καὶ Ἰωάννης, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς ἠν κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν μαρτυρίαν λέγοντος· »μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν‘, μὴ φοβοῦ λέγειν ὅτι εἰς ᾅδου καταβέβηκε προκηρύσσων μου τὸν κύριον, ἴνα προείπῃ αὐτὸν κατελευσόμενον. διὰ τοῦτο, ὅτε ἦν ἐν τῇ φυλακῇ καὶ ᾔδει τὴν ἔξοδον τὴν ἐπικειμένην αὐτῷ, πέμψας δύο τῶν μαθητῶν ἐπυνθάνετο, οὐχί· »σὺ εἶ ὁ ἐρχόμενος; «ᾔδει γάρ), ἀλλά· »σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; «εἶδεν αὐτοῦ τὴν δόξαν, ἐλάλησεν πολλὰ περὶ τῆς θαυμασιότητος αὐτοῦ, ἐμαρτύρησεν αὐτῷ πρῶτος· »ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν«, εἶδεν αὐτοῦ τὴν δόξαν, δόξαν ὡς μονογενοῦς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας«. τηλικαῦτα ἰδὼν περὶ Χριστοῦ ὀκνεῖ πιστεῦσαι, ἀμφιβάλλει καὶ οὐ λέγει· εἴπατε αὐτῷ· σὺ εἶ ὁ Χριστός; νῦν μὴ νοήσαντες γάρ τινες τὰ εἰρημένα λέγουσιν· Ἰωάννης ὁ τηλικοῦτος οὐκ ᾔδει Χριστόν, ἀλλ’ ἀπέστη ἀπ’ αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον. καὶ ᾔδει τοῦτον, ᾡ ἐμαρτύρησεν πρὸ γενέσεως καὶ ἐφ’ ᾡ ἐσκίρτησεν, ἡνίκα ἠλθεν καὶ ἡ Μαρία πρὸς αὐτόν, ὡς ἐμαρτύρησεν αὐτῶ ||ἡ μήτηρ αὐτοῦ λέγουσα· »ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου«. οὑτος οὐν ὁ σκιρτήσας πρὸ γενέσεως Ἰωάννης, ὁ εἰπών· »οὗτός ἐστι περὶ οὑ ἐγὼ εἶπον· ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν« καί· »ὁ πέμψας με εἶπέ μοι· ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον, οὑτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ«, οὑτος, φασίν, οὐκέτι ᾔδει Ἰησοῦν Χριστόν; ἐν κοιλίᾳ ᾔδει γὰρ αὐτόν. ἀλλὰ δι’ ὑπερβολὴν δόξης ὅμοιόν τι τῷ Πέτρῳ πεποίηκεν. τί ὅμοιον; οὑτος μέγα τι ᾔδει περὶ τοῦ Χριστοῦ. τίς εἰμι; »τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι«; ὁ δέ· τόδε καὶ τόδε. σὺ δὲ τί; »σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«· ἐφ’ ᾡ καὶ μακαρίζεται, ὅτι »σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψεν« αὐτῷ, »ἀλλ’ ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς«. ἐπεὶ οὖν μεγάλα ἤκουσεν περὶ Χριστοῦ καὶ μεγάλα ὑπελάμβανεν καὶ οὐ παρεδέξατο τὴν Ε; θείαν τὴν πρὸς αὐτόν· »ἰδοὺ ἀναβαίνομεν εἰς Ἱερουσαλήμ, καὶ τελειωθήσεται« καί· »δεῖ τὸν υὁὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, καὶ ἀποκταν- θῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι«, φησίν· »ἵλεώς σοι, κύριε«. μεγάλα ᾔδει περὶ Χριστοῦ, οὐκ ἠθέλησεν παραδέξασθαι τὸ ταπεινότερον περὶ αὐτοῦ. τοιοῦτόν τινά μοι νόει καὶ τὸν Ἰωάννην. έν φυλακῇ ἦν μεγάλα εἰδὼς περὶ Χριστοῦ, εἶδεν οὐρανοὺς ἀνεῳγότας, εἶδεν πνεῦμα ἅγιον ἐξ οὐρανοῦ κατερχόμενον ἐπὶ τὸν σωτῆρα καὶ μένον ἐπ’ αὐτόν· ἰδὼν τὴν τηλικαύτην δόξαν ἀμφέβαλλεν καὶ τάχα ἠπίστει, εἰ ὁ οὕτως ἔνδοξος καὶ μέχρις ᾅδου καὶ μέχρι τῆς ἀβύσσου κατελεύσεται· διὰ τοῦτο ἔλεγεν· »σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; «