Ancient Greek · ~14 min
Section 6
Origen, De Engastrimytho 6.1
Not analysed yet
Ταῦτα μὲν οὐν δηλοῖ ὅτι οὐκ ἔστιν ψευδῆ τὰ καὶ ὅτι Σαμουήλ ἐστιν ὁ ἀναβεβηκώς· τί οὖν ποιεῖ ἐγγαστρίμυθος ἐνθάδε; τί ποιεῖ ἐγγαστρίμυθς περὶ τὴν ἀναγωγὴν τῆς ψυχῆς τοῦ δικαίου; ἐκεῖνος ἔφυγεν ὁ τὸν πρῶτον λόγον εἰπών ἵνα γὰρ] μὴ ἀγῶνα ἔχειν δοκῇ κατὰ τοσαῦτα ἄλλα τὰ κατὰ τὸν τόπον ζητούμενα) καὶ λέγει· οὐκ ἔστι Σαμουήλ, ||ψεύδεται τὸ δαιμόνιον, ἐπεὶ οὐ δύναται ψεύδεσθαι ἡ γραφή. τὰ δὲ ῥήματα τῆς γραφῆς ἐστιν] οὐκ ἐ)στιν ἐκ προσώπου τοῦ δαιμονίου αὐτοῦ], ἀλλ’ ἐκ προσώπου αὐτῆς· »καὶ εἶδεν ἡ τὸν τὸν Σαμουήλ«, »εἶπεν Σαοὺλ«. . . . . . . . . . . . . . . . . . . . . . . τὰ λελαλημένα ἀπὸ τοῦ Σαμουήλ. πῶς οὖν λυόμενα τὰ τῆς ἐγγαστριμύθου φανεῖται τὰ κατὰ τὸν τόπον; πυνθάνομαι τοῦ προειρηκότος τὰ πρότερα Σαμουὴλ ἐν ᾅδου; καὶ τὰ ἑξῆς) καὶ ἀποκρινάσθω πρὸς τὸ ἐπηρωτημένον· τίς μείζων, Σαμουὴλ ἢ Ἰησοῦς ὁ Χριστός; τίς μείζων, οἱ προφῆται ἢ Ἰησοῦς ὁ Χριστός; τίς μείζων, Ἀβραὰμ ἢ Ἰησοῦς ὁ Χριστός; ἐνθάδε μὲν οὐ τολμήσει τις τῶν ἅπαξ φθασάντων τὸν κύριον εἰδέναι Ἰησοῦν Χριστὸν τὸν ὑπὸ τῶν προφητῶν προκηρυχθέντα εἶναι] εἰπεῖν ὅτι μείζων οὐκ ἔστιν ὁ Χριστὸς τῶν προφητῶν. ὅταν οὖν ὁμολογήσῃς ὅτι Ἰησοῦς Χριστὸς μείζων ἐστίν, Χριστὸς έν ᾅδου, ἢ οὐ γέγονεν ἐκεῖ; οὐκ ἐ)στιν ἀληθὲς τὸ εἰρημένον ἐν Ψαλμοῖς, ἑρμηνευθὲν ὑπὸ τῶν ἀποστόλων ἐν ταῖς Πράξεσιν αὐτῶν περὶ τοῦ τὸν σωτῆρα εἰς ᾅδου καταβεβηκέναι; γέγραπται ὅτι ἐπ’ αὐτὸν φέρεται τὸ έν πεντεκαιδεκάτῳ Ψαλμῷ· »ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν«. εἶτα Ἰησοῦς μὲν Χριστὸς ἐν ᾅδου. φοβῇ δὲ εἰπεῖν ὅτι ναὶ καὶ ἐκεῖ προφητεῦσαι καταβαίνει καὶ ἔρχεσθαι πρὸς τὰς ψυχὰς τὰς ἑτέρας; εἶτα μετὰ τοῦτο ἐὰν ἀποκρίνηται ὅτι Χριστὸς εἰς ᾅδου καταβέβηκεν, ἐρῶ· Χριστὸς εἰς ᾅδου καταβέβηκεν τί ποιήσων; νικήσων ἢ νικηθησόμενος ὑπὸ τοῦ θανάτου; καὶ κατελήλυθεν εἰς τὰ χωρία ἐκεῖνα οὐχ ὡς δοῦλος τῶν ἐκεῖ, ἀλλ’ ὡς δεσπότης παλαίσων, ὡς πρώην ἐλέγομεν ἐξηγούμενοι τὸν κα Ψαλμόν. »περιεκύκληωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. διεσκορπίσθησαν τὰ ὀστᾶ μου«. μεμνήμεθα, εἴγε μεμνήμεθα τῶν ἱερῶν γραμμάτων· μέμνημαι γὰρ αὐτῶν εἰρημένων εἰς τὸν κα Ψαλμόν. οὐκοῦν ὁ σωτὴρ κατελήλυθεν σώσων· κατελήλυθεν ἐκεῖ προκηρυχθεὶς ὑπὸ τῶν προφητῶν ἢ οὔ; ἀλλ’ ἐνθάδε μὲν προεκηρύχθη ὑπὸ τῶν προφητῶν, ἀλλαχοῦ δὲ κατέρχεται οὐ διὰ προφητῶν; καὶ Μωσῆς αὐτὸν κηρύσσει ἐπιδημήσοντα τῷ γένει τῶν ἀνθρώπων, ὥστε λέγεσθαι καλῶς ὑπὸ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν· »εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσητε; «καὶ ἐπιδεδήμηκεν τούτῳ τῷ βίῳ Χριστὸς καὶ προκηρύσσεται Χριστὸς ἐπιδημῶν τούτῳ τῷ βίῳ. εἰ δὲ Μωσῆς προφητεύει αὐτὸν ἐνθάδε, οὐ θέλεις αὐτὸν κἀκεῖ καταβεβηκέναι, ἵνα προφητεύσῃ Χριστὸν ἐλεύσεσθαι; τί δέ; Μωσῆς μέν, οἱ δὲ ἑξῆς προφῆται οὐχί; Σαμουὴλ δὲ οὐχί; τί ἄτοπόν ἐστι τοὺς ἰατροὺς καταβαίνειν πρὸς τοὺς κακῶς ἔχοντας; τί δὲ ἄτοπόν ἐστιν ἵνα καὶ ὁ ἀρχίατρος καταβῇ πρὸς τοὺς κακῶς ἔχοντας; ἐκεῖνοι μὲν ἰατροὶ ἦσαν πολλοί ὁ δὲ κύριός μου καὶ σωτὴρ ἀρχίατρός ἐστι· καὶ γὰρ τὴν ||ἔνδον ἐπιθυμίαν, ἣ οὐ δύναται ὑπὸ ἄλλων θεραπευθῆναι, αὐτὸς θεραπεύει· ἥτις »οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς θεραπευθῆναι(( τῶν ἰατρῶν, Χριστὸς Ἰησοῦς αὐτὴν θεραπεύει. μὴ φοβοῦ, μὴ θαμβοῦ· Ἰησοῦς εἰς ᾅδου γέγονεν, καὶ οἱ προφῆται πρὸ αὐτοῦ, καὶ προκηρύσσουσι τοῦ Χριστοῦ τὴν ἐπιδημίαν.