Ancient Greek
Chapter 16
Origen, De oratione 16.3
Not analysed yet
μᾶλλον οὖν κεκαρποφορήκει ἀπό τινος στειρώσεως μεταβαλοῦσα ἡ τῆς Ἄννης ψυχὴ ἤπερ τὸ σῶμα, κυῆσαν τὸν Σαμουήλ· καὶ μᾶλλον ὁ Ἐζεκίας θεῖα γεγεννήκει τέκνα νοῦ ἤπερ σώματος, ἐκ τοῦ σωματικοῦ σπέρματος αὐτῶν γεγεννημένων· ἐπὶ πλεῖόν τε ἀπὸ νοητῶν ἐπιβουλῶν ῥυσθέντες ἐτύγχανον Ἐσθὴρ καὶ Μαρδοχαῖος καὶ ὁ λαὸς ἤπερ ἀπὸ τοῦ Ἀμὰν καὶ τῶν συμπνεόντων . . . τοῦ διαφθεῖραι τὴν ψυχὴν αὐτῆς θέλοντος ἄρχοντος τὴν δύναμιν διακεκόφει ἢ ἐκείνου τοῦ Ὀλοφέρνου. τίς δ᾿ οὐκ ἂν ὁμολογήσαι τῷ Ἀνανίᾳ καὶ τοῖς σὺν αὐτῷ τὴν νοητὴν εὐλογίαν φθάνουσαν ἐπὶ πάντας τοὺς ἁγίους, εἰρημένην ὑπὸ τοῦ Ἰσαὰκ τῷ Ἰακὼβ, τήν· „δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ,“ ἐπὶ πλεῖον ἐγγεγονέναι ἤπερ τὴν σωματικὴν δρόσον. τὴν φλόγα νικῶσαν τοῦ Ναβουχοδονόσορ; μᾶλλον δὲ πεφίμωντο τῷ προφήτῃ Δανιὴλ οἱ ἀόρατοι λέοντες, οὐδὲν ἐνεργῆσαι δυνάμενοι κατὰ τῆς ψυχῆς αὐτοῦ, ἤπερ οἱ αἰσθητοὶ, περὶ ὧν πάντες οἱ ἐντυγχάνοντες αὐτῇ τῇ γραφῇ ἐξειλήφαμεν. τίς δ᾿ οὕτως ἐκπεφεύγει τοῦ κεχειρωμένου ὑπὸ τῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν κήτους τὴν γαστέρα, πάντα τὸν φυγάδα τοῦ θεοῦ καταπίνοντος, ὡς Ἰωνᾶς χωρητικὸς γινόμενος ὡς ἅγιος ἁγίου πνεύματος;