Ancient Greek
Chapter 17
Origen, De oratione 17.1
Not analysed yet
Οὐ θαυμαστὸν δὲ εἰ μὲν πᾶσιν ὁμοίως τοῖς λαμβάνουσιν, ἵν᾿ οὕτως εἴπω, τὰ ποιητικὰ τῶν τοιούτων σκιῶν σώματα ἡ ὁμοία οὐ δίδοται σκιὰ, τισὶ δ᾿ ὁμοίως δίδοται σκιά. τοῦτο γὰρ τοῖς θεωροῦσι τὰ γνωμονικὰ προβλήματα καὶ τὸν τῶν σκιῶν πρὸς τὸ φωτίζον σῶμα λόγον σαφῶς. παρίσταται συμβαῖνον καὶ κατὰ τὰ σώματα· τισὶ γοῦν ἄσκιοί εἰσιν οἱ γνώμονες καιρῷ τινι, ἑτέροις δὲ. ἵν᾿ οὕτως εἴπω, βραχύσκιοι καὶ ἑτέροις παρ᾿ ἑτέρους μακροσκιώτεροι. οὐ μέγα τοίνυν εἰ, τῆς προθέσεως τοῦ δωρουμένου τὰ προηγούμενα χαριζομένης κατά τινας ἀναλογίας ἀποῤῥήτους καὶ μυστικὰς ἁρμοζόντως τοῖς λαμβάνουσι καὶ τοῖς χρόνοις, ὅτε δίδοται τὰ προηγούμενα, ὁτὲ μὲν οὐδ᾿ ὅλως αἱ σκιαὶ τοῖς λαμβάνουσιν ἕπονται ὁτὲ δὲ οὐ πάντων ἀλλὰ ὀλίγων ὁτὲ δὲ ἐλάττους συγκρίσει ἑτέρων, μειζόνων ἄλλοις ἐπακολουθουσῶν. ὥσπερ οὖν τὸν ζητοῦντα τὰς ἡλιακὰς ἀκτῖνας οὔτε παροῦσα οὔτε ἀποῦσα ἡ τῶν σωμάτων σκιὰ εὐφραίνει ἢ λυπεῖ, ἔχοντα τὸ ἀναγκαιότατον, ἐπὰν πεφωτισμένος ἤτοι ἐστερημένος ῃ τῆς σκιᾶς ἢ πλεῖον ἢ ἔλαττον ἔχῃ τῆς σκιᾶς· οὕτως ἂν παρῇ ἡμῖν τὰ πνευματικὰ καὶ φωτιζώμεθα ὑπὸ τοῦ θεοῦ πρὸς τὴν παντελῆ κτῆσιν τῶν ἀληθινῶν ἀγαθῶν, οὐ μικρολογήσομεν περὶ εὐτελοῦς πράγματος τοῦ κατὰ τὴν σκιάν. πάντα γὰρ τὰ ὑλικὰ καὶ τὰ σωματικὰ, ὁποῖά ποτε ἂν τυγχάνῃ, σκιᾶς ἀμενηνοῦ καὶ ἀδρανοῦς ἔχει λόγον, οὐδαμῶς δυνάμενα παραβάλλεσθαι πρὸς τὰς σωτηρίους τοῦ θεοῦ τῶν ὅλων καὶ ἁγίας δωρεάς. ποία γὰρ σύγκρισις σωματικοῦ πλούτου πρὸς τὸν „ἐν παντὶ λόγῳ“ πλοῦτον „καὶ πάσῃ“ σοφίᾳ; τίς δ᾿ ἂν μὴ μαινόμενος παραβάλοι ὑγείαν σαρκῶν καὶ ὀστέων πρὸς ὑγιαίνοντα νοῦν καὶ ἐῤῥωμένην ψυχὴν καὶ συμμέτρους λογισμούς; ἅτινα πάντα λόγῳ ῥυθμιζόμενα θεοῦ εὐτελῆ τινα ἀμυχὴν, καὶ εἴ τι ἀμυχῆς βραχύτερον νομίζομεν. ποιεῖ τὰ σωματικὰ παθήματα.