Ancient Greek
Chapter 22
Origen, De oratione 22.2
Not analysed yet
καὶ εἰ λέγεται τοίνυν πατὴρ ὁ θεὸς, καὶ υἱοὶ οἱ τῷ λόγῳ τῆς εἰς αὐτὸν πίστεως γεγεννημένοι, τὸ βέβαιόν γε καὶ τὸ ἀμετάπτωτον τῆς υἱότητος οὐκ ἔστιν ἰδεῖν παρὰ τοῖς ἀρχαίοις. αὐτὰ γοῦν ἃ παρεθέμεθα ὑπαιτίους ἐμφαίνει εἶναι τοὺς λεγομένους υἱούς· ἐπεὶ κατὰ τὸν ἀπόστολον, ἕως „ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου. κύριος πάντων ὢν, ἀλλ᾿ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός“· „τὸ“ δὲ „πλήρωμα τοῦ χρόνου“ ἐν τῇ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημίᾳ ἔνεστιν, ὅτε τὴν υἱοθεσίαν ἀπολαμβάνουσιν οἱ βουλόμενοι, ὡς ὁ Παῦλος διδάσκει διὰ τούτων· „οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας εἰς φόβον ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ ὁ πατήρ“· καὶ ἐν τῷ κατὰ Ἰωάννην· „ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. “καὶ διὰ τοῦτο τῆς „υἱοθεσίας πνεῦμα“ ἐν τῇ καθολικῇ τοῦ Ἰωάννου ἐπιστολῇ περὶ τῶν ἐκ θεοῦ γεγεννημένων μεμαθήκαμεν ὅτι „πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται. “