Ancient Greek
Chapter 22
Origen, De oratione 22.3
Not analysed yet
εἰ μέντοι νοήσαιμεν, τί ἐστι τὸ „ὅταν προσεύχησθε, λέγετε· πάτερ,“ ὅπερ παρὰ τῷ Λουκᾷ γέγραπται, ὀκνήσομεν μὴ γενόμενοι υἱοὶ γνήσιοι προενέγκασθαι ταύτην τὴν φωνὴν αὐτῷ, μή ποτε πρὸς τοῖς ἄλλοις ἡμῶν ἁμαρτήμασι καὶ ἀσεβείας ἐγκλήματι ἔνοχοι γενώμεθα. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. φησὶν ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ὁ Παῦλος· „οὐδεὶς δύναται εἰπεῖν· κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ, καὶ οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦς,“ τὸ αὐτὸ ὀνομάζων ἅγιον πνεῦμα καὶ πνεῦμα „θεοῦ. “τί δὲ τὸ εἰπεῖν „ἐν πνεύματι ἁγίῳ“ κύριον Ἰησοῦν, οὐ πάνυ ἐστὶ σαφὲς, προφερομένων τὴν φωνὴν ὑποκριτῶν μυρίων καὶ ἑτεροδόξων πλειόνων, ἐνίοτε καὶ δαιμόνων, νικωμένων ὑπὸ τῆς ἐν τῷ ὀνόματι δυνάμεως. οὐδεὶς οὖν τολμήσει τινὰ τούτων ἀποφήνασθαι „ἐν πνεύματι ἁγίῳ“ λέγειν κύριον Ἰησοῦν· διόπερ οὐδ᾿ ἂν δειχθεῖεν λέγειν κύριον Ἰησοῦν, μόνων τῶν ἀπὸ διαθέσεως λεγόντων ἐν τῷ δουλεύειν τῷ λόγῳ τοῦ θεοῦ καὶ μηδένα παρὰ τοῦτον ἐν τῷ ὅ τι ποτ᾿ οὖν πράττειν ἀναγορευόντων κύριον τό· „κύριος Ἰησοῦς. “εἰ δὲ τοιοῦτοι οἱ λέγοντες· „κύριος Ἰησοῦς,“ τάχα πᾶς ὁ ἁμαρτάνων, διὰ τοῦ παρανομεῖν ἀναθεματίζων τὸν θεῖον λόγον, διὰ τῶν ἔργων κέκραγεν· „ἀνάθεμα Ἰησοῦς. “ὥσπερ οὖν ὁ τοιόσδε λέγει· „κύριος Ἰησοῦς“ καὶ ὁ τούτῳ ἐναντίως διακείμενος τὸ „ἀνάθεμα Ἰησοῦς,“ οὕτως „πᾶς ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος“ καὶ μὴ ποιῶν „ἁμαρτίαν“ τῷ σπέρματος μετέχειν θεοῦ, πάσης ἁμαρτίας ἀποτρέποντος, δι᾿ ὧν πράττει λέγει· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,“ αὐτοῦ τοῦ πνεύματος συμμαρτυροῦντος „τῷ πνεύματι“ αὐτῶν „ὅτι“ εἰσὶ „τέκνα θεοῦ“ „καὶ κληρονόμοι“ αὐτοῦ „συγκληρονόμοι“ τε τοῦ „Χριστοῦ,“ ἐπεὶ συμπάσχοντες καὶ συνδοξάζεσθαι ἐλπίζουσιν εὐλόγως. ἵνα δὲ μὴ ἐξ ἡμίσους λέγωσι τὸ „πάτερ ἡμῶν“ οἱ τοιοῦτοι. μετὰ τῶν ἔργων καὶ ἡ καρδία, ἡ τῶν καλῶν ἔργων πηγὴ καὶ ἀρχὴ, πιστεύει „εἰς δικαιοσύνην,“ οἷς συμφώνως τὸ στόμα ὁμολογεῖ „εἰς σωτηρίαν. “