Ancient Greek
Chapter 22
Origen, De oratione 22.4
Not analysed yet
πᾶν οὖν ἔργον αὐτοῖς καὶ λόγος καὶ νόημα, ὑπὸ τοῦ μονογενοῦς λόγου μεμορφωμένα κατ᾿ αὐτὸν, μεμίμηται τὴν εἰκόνα „τοῦ θεοῦ τοῦ ἀοράτου“ καὶ γέγονε „κατ᾿ εἰκόνα τοῦ κτίσαντος,“ ἀνατέλλοντος „τὸν ἥλιον“ „ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ“ βρέχοντος „ἐπὶ δικαίους καὶ ἀδίκους,“ ὡς εἶναι ἐν αὐτοῖς „τὴν εἰκόνα τοῦ ἐπουρανίου,“ καὶ αὐτοῦ ὄντος εἰκόνος θεοῦ. „εἰκὼν“ οὖν εἰκόνος οἱ ἅγιοι τυγχάνοντες, τῆς εἰκόνος οὔσης υἱοῦ, ἀπομάττονται υἱότητα, οὐ μόνῳ „τῷ σώματι τῆς δόξης“ τοῦ Χριστοῦ γινόμενοι σύμμορφοι ἀλλὰ καὶ ὄντι ἐν „τῷ σώματι. “γίνονται δὲ σύμμορφοι τῷ ἐν „σώματι τῆς δόξης,“ μεταμορφούμενοι „τῇ ἀνακαινίσει τοῦ νοός. “εἰ δ᾿ οἱ τοιοῦτοι δι᾿ ὅλων φασὶ τό· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,“ δηλονότι „ὁ ποιῶν τὴν ἁμαρτίαν,“ ὥς φησιν ἐν τῇ καθολικῇ ὁ Ἰωάννης, „ἐκ τοῦ διαβόλου ἐστὶν, ὅτι ἀπ᾿ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. “καὶ ὥσπερ „σπέρμα“ τοῦ θεοῦ, ἐν τῷ γεγεννημένῳ „ἐκ τοῦ θεοῦ“ μένον, αἴτιον τοῦ μὴ δύνασθαι „ἁμαρτάνειν“ γίνεται τῷ κατὰ τὸν μονογενῆ λόγον μεμορφωμένῳ· οὕτως ἐν παντὶ τῷ ποιοῦντι „τὴν ἁμαρτίαν“ „σπέρμα“ τοῦ διαβόλου ἔνεστιν, ὅσον ἐνυπάρχει τῇ ψυχῇ, μὴ ἐῶν δύνασθαι κατορθοῦν τὸν ἔχοντα αὐτό. ἀλλ᾿ ἐπεὶ „εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου,“ δυνατὸν τῇ εἰς τὴν ψυχὴν ἡμῶν ἐπιδημίᾳ τοῦ λόγου τοῦ θεοῦ, λυθέντων τῶν ἔργων „τοῦ διαβόλου,“ ἐξαφανισθῆναι τὸ ἐντεθὲν ἡμῖν „σπέρμα“ πονηρὸν, καὶ γενέσθαι ἡμᾶς „τέκνα τοῦ θεοῦ. “