Ancient Greek
Chapter 24
Origen, De oratione 24.3
Not analysed yet
ἐν τούτοις γὰρ καὶ τοῖς παραπλησίοις. ἵν᾿ οὕτως εἴπω, χαρακτηρίζεται ἰδία ποιότης τοῦ θεοῦ, ἥντινα νομίζω „ὄνομα θεοῦ“ λέγεσθαι κατὰ τὰς γραφὰς, ἐν μὲν τῇ Ἐξόδῳ· „οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ“ ἐν δὲ τῷ Δευτερονομίῳ· „προσδοκάσθω ὡσεὶ ὑετὸς τὸ ἀπόφθεγμά μου, καταβήτω ὡσεὶ δρόσος τὰ ῥήματά μου, ὡσεὶ ὄμβρος ἐπ᾿ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον· ὅτι ὄνομα κυρίου ἐκάλεσα,“ ἐν δὲ ψαλμοῖς· „μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. “ὅ τε γὰρ οἷς μὴ δεῖ ἐφαρμόζων τὴν ἔννοιαν τοῦ θεοῦ λαμβάνει „τὸ ὄνομα κυρίου τοῦ θεοῦ“ „ἐπὶ ματαίῳ,“ ὅ τε δυνάμενος ἀποφθέγξασθαι ὑετὸν, τοῖς ἀκούουσι συνεργοῦντα τῇ καρποφορίᾳ τῶν ψυχῶν αὐτῶν, καὶ ῥήματα δρόσῳ ἐοικότα παρακλητικὰ προσαγόμενος τῇ τε ῥύμῃ τῆς οἰκοδομῆς τῶν λόγων ὄμβρον ὠφελιμώτατον ἐπάγων τοῖς ἀκροαταῖς ἢ νιφετὸν ἀνυσιμώτατον, διὰ τοῦτο ταῦτα δύναται. ταῦτα ἐπινοήσας ἑαυτὸν δεόμενον θεοῦ τοῦ τελειοῦντος καλεῖ παρ᾿ ἑαυτὸν τὸν τῶν προειρημένων κυρίως χορηγόν· πᾶς τε τρανῶν καὶ τὰ περὶ τοῦ θεοῦ ὑπομιμνήσκεται μᾶλλον ἢ μανθάνει, κἂν ἀπό τινος ἀκούειν δοκῇ ἢ εὑρίσκειν νομίζῃ τὰ τῆς θεοσεβείας μυστήρια.