Ancient Greek
Chapter 24
Origen, De oratione 24.4
Not analysed yet
ὥσπερ δὲ τὰ ἐνθάδε δεῖ νοεῖν τὸν εὐχόμενον, αἰτεῖν αὐτὸν ἁγιασθῆναι „τὸ ὄνομα“ τοῦ θεοῦ· οὕτως ἐν ψαλμοῖς τὸ „ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτὸ“ λέγεται, προστάσσοντος τοῦ προφήτου μετὰ πάσης συμφωνίας ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ φθάσαι ἐπὶ τὴν ἀληθῆ καὶ ὑψηλὴν γνῶσιν τῆς ἰδιότητος τοῦ θεοῦ. τοῦτο γάρ ἐστι τὸ ὑψοῦν „τὸ ὄνομα“ τοῦ θεοῦ „ἐπὶ τὸ αὐτὸ,“ (ὅτε) μεταλαβών τις ἀποῤῥοῆς θεότητος τῷ ὑπειλῆφθαι ἀπὸ τοῦ θεοῦ καὶ κεκρατηκέναι τῶν ἐχθρῶν. ἐφησθῆναι πτώσει αὐτοῦ μὴ δυναμένων, ὑψοῖ αὐτὴν τὴν δύναμιν, ἧς μετείληχε, θεοῦ· ὅπερ δηλοῦται ἐν εἰκοστῷ ἐνάτῳ ψαλμῷ διὰ τοῦ „ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ (οὐκ) εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμοί. “ὑψοῖ δέ τις τὸν θεὸν, ἐγκαινίσας αὐτῷ οἶκον ἐν ἑαυτῷ, ἐπεὶ καὶ ἡ (ἐπι)γραφὴ τοῦ ψαλμοῦ οὕτως ἔχει· „ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τοῦ Δαυΐδ. “