Ancient Greek
Chapter 24
Origen, De oratione 24.5
Not analysed yet
ἔτι περὶ τοῦ „ἁγιασθήτω τὸ ὄνομά σου“ καὶ τῶν ἑξῆς προστακτικῷ χαρακτῆρι εἰρημένων λεκτέον ὅτι συνεχῶς προστακτικοῖς ἀντὶ εὐκτικῶν ἐχρήσαντο καὶ οἱ ἑρμηνεύσαντες, ὡς ἐν τοῖς ψαλμοῖς· „ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν,“ ἀντὶ τοῦ γενηθείη καὶ „ἐξερευνησάτω δανειστὴς πάντα τὰ ὑπάρχοντα αὐτῷ· “„μὴ ὑπαρξάτω αὐτᾷ ἀντιλήπτωρ“ ἐν τῷ ἑκατοστῷ ὀγδόῳ περὶ Ἰούδα· ὅλος γὰρ ὁ ψαλμὸς αἴτησίς ἐστι περὶ Ἰούδα, ἵνα τάδε τινὰ αὐτῷ συμβῇ. μὴ συνιδὼν δὲ ὁ Τατιανὸς τὸ „γενηθήτω“ οὐ πάντοτε σημαίνειν τὸ εὐκτικὸν ἀλλ᾿ ἔσθ᾿ ὅπου καὶ προστακτικὸν, ἀσεβέστατα ὑπείληφε περὶ τοῦ εἰπόντος „γενηθήτω φῶς“ θεοῦ, ὡς εὐξαμένου μᾶλλον ἤπερ προστάξαντος γενηθῆναι τὸ φῶς· „ἐπεὶ,“ ὥς φησιν ἐκεῖνος ἀθέως νοῶν, „ἐν σκότῳ ἦν ὁ θεός. “πρὸς ον λεκτέον, πῶς ἐκλήψεται καὶ τὸ „βλαστησάτω ἡ γῆ βοτάνην χόρτου“ καὶ „συναχθήτω τὸ ὕδωρ (τὸ) ὑποκάτω τοῦ οὐρανοῦ“ καὶ „ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν“ καὶ „ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. “ἆρα γὰρ ὑπὲρ τοῦ ἐπὶ ἑδραίου στῆναι εὔχεται συναχθῆναι „τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν,“ ἢ ὑπὲρ τοῦ μεταλαβεῖν τῶν βλαστανόντων ἀπὸ γῆς εὔχεται τὸ „βλαστησάτω ἡ γῆ“; ποίαν δὲ χρείαν ὁμοίαν ἔχει τῷ χρῄζειν φωτὸς τῶν ἐνύδρων καὶ πτηνῶν ἢ χερσαίων, ἵνα καὶ περὶ τούτων εὔχηται; εἰ δὲ καὶ κατ᾿ αὐτὸν ἄτοπον τὸ περὶ τούτων εὔχεσθαι, προστακτικαῖς ὀνομασίαις εἰρημένων, πῶς οὐ τὸ ομοιον λεκτέον καὶ περὶ τοῦ „γενηθήτω φῶς,“ ὡς μὴ εὐκτικῶς ἀλλὰ προστακτικῶς εἰρημένου; ἀναγκαίως δέ μοι ἔδοξεν, ἐν ταῖς προστακτικαῖς φωναῖς εἰρημένης εὐχῆς, ὑπομνησθῆναι τῶν παρεκδοχῶν αὐτοῦ διὰ τοὺς ἠπατημένους καὶ παραδεξαμένους τὴν ἀσεβῆ διδασκαλίαν αὐτοῦ, ὧν καὶ ἡμεῖς ποτε πεπειράμεθα.