Ancient Greek
Chapter 26
Origen, De oratione 26.3
Not analysed yet
ζητήσαι δ᾿ ἄν τις διὰ τὸ „γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“ λέγων· πῶς γεγένηται „τὸ θέλημα“ τοῦ θεοῦ „ἐν οὐρανῷ,“ ὅπου ἐστὶ „τὰ πνευματικὰ τῆς πονηρίας,“ δι᾿ ἃ μεθυσθήσεται „ἡ μάχαιρα“ τοῦ θεοῦ καὶ „ἐν τῷ οὐρανῷ“; εἰ δὲ οὕτως εὐχόμεθα γενηθῆναι „ἐπὶ“ τῆς „γῆς“ „τὸ θέλημα“ τοῦ θεοῦ, ὥσπερ γίνεται „ἐν οὐρανῷ,“ μή ποτε λεληθότως εὐξώμεθα μένειν „ἐπὶ γῆς“ καὶ τὰ ἐναντία, ὅπου ἀπ᾿ οὐρανοῦ καὶ ταῦτα ἔρχεται, πολλῶν φαύλων γινομένων „ἐπὶ γῆς“ διὰ τὰ ἡττῶντα „πνευματικὰ τῆς πονηρίας,“ ὄντα „ἐν τοῖς ἐπουρανίοις. “ὁ μὲν οὖν τις ἀλληγορῶν τὸν οὐρανὸν καὶ φάσκων αὐτὸν εἶναι τὸν Χριστὸν, γῆν δὲ τὴν ἐκκλησίαν (τίς γὰρ οὕτως (ἄξι)ος „θρόνος“ τοῦ πατρὸς ὡς ὁ Χριστός; ποῖον δὲ „ὑποπόδιον τῶν ποδῶν“ τοῦ θεοῦ ὡς ἡ ἐκκλησία;) εὐχερῶς λύσει τὰ ζητούμενα, λέγων εὔχεσθαι δεῖν ἕκαστον τῶν ἀπὸ τῆς ἐκκλησίας οὕτω χωρῆσαι „τὸ“ πατρικὸν „θέλημα,“ ὃν τρόπον Χριστὸς κεχώρηκεν, ὁ ἐλθὼν ποιῆσαι „τὸ θέλημα“ αὐτοῦ τοῦ πατρὸς καὶ πᾶν αὐτὸ τελειώσας· δυνατὸν γὰρ κολληθέντα αὐτῷ „ἓν“ γενέσθαι „πνεῦμα“ σὺν αὐτῷ, διὰ τοῦτο χωροῦντα „τὸ θέλημα,“ ἵν᾿ „ὡς“ τετέλεσται „ἐν οὐρανῷ,“ οὕτω τελεσθῇ „καὶ ἐπὶ γῆς“· „ὁ κολλώμενος“ γὰρ „τῷ κυρίῳ“ κατὰ τὸν Παῦλον „ἓν πνεῦμά ἐστι. “καὶ οἶμαι ὅτι οὐκ εὐκαταφρόνητος ἔσται αὕτη ἡ ἑρμηνεία τῷ ἐπιμελέστερον κατανοοῦντι αὐτήν.