Ancient Greek
Chapter 26
Origen, De oratione 26.4
Not analysed yet
ἀντιλέγων δέ τις αὐτῇ παραθήσεται τὸ ἐπὶ τέλει τούτου τοῦ εὐαγγελίου μετὰ τὴν ἀνάστασιν ὑπὸ τοῦ κυρίου εἰρημένον πρὸς τοὺς ἕνδεκα μαθητάς· „ἐδόθη μοι πᾶσα ἐξουσία ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. “ἔχων γὰρ ἐξουσίαν τῶν „ἐν οὐρανῷ“ φησι προσειληφέναι τὴν „ἐπὶ γῆς,“ τῶν μὲν „ἐν οὐρανῷ“ καὶ πρότερον ὑπὸ τοῦ λόγου πεφωτισμένων, ἐπὶ δὲ „τῇ συντελείᾳ τοῦ αἰῶνος“ καὶ τῶν „ἐπὶ γῆς“ διὰ τὴν δεδομένην ἐξουσίαν τῷ υἱῷ τοῦ θεοῦ μιμουμένων τὰ, ὧν ἐξουσίαν ὁ σωτὴρ ἔλαβεν. „ἐν οὐρανῷ“ κατορθουμένων. μένων. οἱονεὶ οὖν διὰ τῶν εὐχῶν συνεργοὺς πρὸς τὸν πατέρα βούλεται λαβεῖν τοὺς μαθητευομένους αὐτῷ, ἵν᾿ ὁμοίως τοῖς „ἐν οὐρανῷ“ ὑποτεταγμένοις ἀληθείᾳ καὶ λόγῳ τὰ „ἐπὶ γῆς“ διορθωθέντα (διὰ) τὴν ἐξουσίαν, ἣν ἔλαβεν „ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,“ εἰς τέλος ἀγάγῃ τῶν ἐξουσιαζομένων μακάριον. ὁ δὲ θέλων οὐρανὸν εἶναι τὸν σωτῆρα τὴν δὲ γῆν ἐκκλησίαν, τὸν πρωτότοκον „πάσης κτίσεως,“ ᾧ ὁ πατὴρ ὡς θρόνῳ ἐπαναπαύεται, φάσκων εἶναι τὸν οὐρανὸν, εὕροι ἂν „τὸν“ „ἄνθρωπον,“ ὃν ἐνεδύσατο οἰκειωθέντα ἐκείνῃ τῇ δυνάμει διὰ τὸ τεταπεινωκέναι „ἑαυτὸν“ καὶ γενόμενον ὑπήκοον „μέχρι θανάτου. “λέγειν μετὰ τὴν ἀνάστασιν τό· „ἐδόθη μοι πᾶσα ἐξουσία ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“· λαβόντος τοῦ κατὰ τὸν σωτῆρα ἀνθρώπου τὴν ἐξουσίαν τῶν „οὐρανῷ“ oἷον τῶν ἐνυπαρχόντων τῷ μονογενεῖ, ἵνα αὐτῷ κοινωνῇ, ἀνακιρνάμενος ἐκείνου τῇ θεότητι καὶ ἑνούμενος αὐτῷ.