Ancient Greek
Chapter 27
Origen, De oratione 27.1
Not analysed yet
„Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον,“ ἢ ὡς ὁ Λουκᾶς· „τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ᾿ ἡμέραν. “ἐπεί τινες ὑπολαμβάνουσι περὶ τοῦ σωματικοῦ ἄρτου λέγεσθαι εὔχεσθαι ἡμᾶς, ἄξιον αὐτῶν τὴν ψευδοδοξίαν διὰ τούτων περιελόντας παραστῆσαι τὸ ἀληθὲς περὶ τοῦ ἐπιουσίου ἄρτου. λεκτέον οὖν πρὸς αὐτοὺς ὅτι πῶς ὁ λέγων δεῖν αἰτεῖν ἐπουράνια καὶ μεγάλα, οὔτε ἐπουρανίου ὄντος τοῦ εἰς τὴν σάρκα ἡμῶν ἀναδιδομένου ἄρτου οὔτε μεγάλου αἰτήματος τοῦ περὶ τούτου ἀξιοῦν, ὡσπερεὶ κατ᾿ αὐτοὺς ἐπιλαθόμενος ὧν ἐδίδαξε προστάττει περὶ ἐπιγείου καὶ μικροῦ ἔντευξιν ἀναφέρειν τῷ πατρί;