Ancient Greek
Chapter 26
Origen, De oratione 26.6
Not analysed yet
καὶ τάχα λέγων δεῖν εὔχεσθαι ὁ σωτὴρ ἡμῶν, ἵνα γένηται „τὸ θέλημα“ τοῦ πατρὸς „ὡς ἐν οὐρανῷ“ οὕτως „καὶ ἐπὶ γῆς,“ οὐ πάντως περὶ τῶν ἐν τόπῳ τῆς „γῆς“ κελεύει γίνεσθαι τὰς εὐχὰς, ὅπως ὁμοιωθῶσι τοῖς ἐν· τόπῳ οὖσιν οὐρανίῳ· ἀλλ᾿ ἔστιν αὐτῷ ἡ πρόσταξις τῆς εὐχῆς, βουλομένῳ ὁμοιωθῆναι πάντα τὰ „ἐπὶ γῆς,“ τουτέστι τὰ χείρονα καὶ τοῖς γηΐνοις ᾠκειωμένα, τοῖς κρείττοσι καὶ ἔχουσι „τὸ πολίτευμα ἐν οὐρανοῖς,“ πᾶσι γενομένοις οὐρανῷ. ὁ μὲν γὰρ ἁμαρτάνων, ὅπου ποτ᾿ ἂν ᾖ, ἐστὶ „γῆ,“ εἰς τὴν συγγενῆ, ἐὰν μὴ μετανοῇ, ἐσόμενός πῃ· ὁ δὲ ποιῶν „τὸ θέλημα“ τοῦ θεοῦ καὶ μὴ παρακούων τῶν σωτηρίων πνευματικῶν νόμων οὐρανός ἐστιν. εἴτε οὖν „γῆ“ ἔτι ἐσμὲν διὰ τὴν ἁμαρτίαν, εὐχώμεθα καὶ ἐφ᾿ ἡμᾶς οὕτω „τὸ θέλημα“ τοῦ θεοῦ διατεῖναι διορθωτικῶς, ὥσπερ ἔφθακεν ἐπὶ τοὺς πρὸ ἡμῶν γενομένους οὐρανὸν ἢ ὄντας οὐρανόν· εἴτε μὴ γῆ ἀλλ᾿ οὐρανὸς ἤδη λελογίσμεθα τῷ θεῷ, ἀξιώσωμεν, ἵνα καὶ „ἐπὶ τῆς γῆς“ ὁμοίως „τῷ οὐρανῷ,“ λέγω δὲ ἐπὶ τῶν χειρόνων, πληρωθῇ „τὸ θέλημα“ τοῦ θεοῦ εἰς τὴν, ἵν᾿ οὕτως εἴπω, οὐρανοποίησιν αὐτῆς, ὥστε μηκέτι ποτὲ εἶναι γῆν ἀλλὰ πάντα γενέσθαι οὐρανόν. ἐὰν γὰρ ὡς „ἐν οὐρανῷ“ κατὰ τὰ ἡρμηνευμένα „τὸ θέλημα“ τοῦ θεοῦ οὕτω γένηται „καὶ ἐπὶ γῆς,“ ἡ γῆ οὐ μενεῖ γῆ· ὡς (εἰ λέγοιμι ἐπὶ ἄλλου παραδείγματος σαφέστερον) ἐὰν, ὥσπερ γεγένηται „τὸ θέλημα“ τοῦ θεοῦ ἐπὶ τοὺς σώφρονας, οὕτω γένηται καὶ ἐπὶ τοὺς ἀκολάστους, οἱ ἀκόλαστοι σώφρονες ἔσονται, ἢ ὡς γεγένηται „τὸ θέλημα“ τοῦ θεοῦ ἐπὶ τοὺς δικαίους, ἐὰν οὕτω γένηται καὶ ἐπὶ τοὺς ἀδίκους, οἱ ἄδικοι δίκαιοι ἔσονται· διὰ τοῦτο ἐὰν, ὡς „ἐν οὐρανῷ“ γεγένηται „τὸ θέλημα“ τοῦ θεοῦ, γένηται „καὶ ἐπὶ γῆς,“ ἐσόμεθα πάντες οὐρανὸς, τῆς μὴ ὠφελούσης σαρκὸς καὶ συγγενοῦς αὐτῇ αἵματος μὴ δυναμένων κληρονομεῖν „βασιλείαν θεοῦ. “κληρονομεῖν δ᾿ ἂν λεχθησομένων, ἐὰν μεταβάλωσιν ἀπὸ σαρκὸς καὶ γῆς καὶ χοῦ καὶ αἵματος ἐπὶ τὴν οὐράνιον οὐσίαν.