Ancient Greek
Chapter 27
Origen, De oratione 27.4
Not analysed yet
ἐπεὶ δὲ πᾶσα τροφὴ „ἄρτος“ λέγεται κατὰ τὴν γραφὴν, ὡς δῆλον ἐκ τοῦ περὶ Μωϋσέως ἀναγεγράφθαι „ἄρτον οὐκ“ ἔφαγε „τεσσαράκοντα ἡμέρας καὶ ὕδωρ οὐκ“ ἔπιε, ποικίλος δέ ἐστι καὶ διάφορος ὁ τρόφιμος λόγος, οὐ πάντων δυναμένων τῇ στεῤῥότητι καὶ εὐτονίᾳ τρέφεσθαι τῶν θείων μαθημάτων· διὰ τοῦτο βουλόμενος παραστῆσαι ἀθλητικὴν τελειοτέροις ἁρμόζουσαν τροφήν φησιν· „ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς,“ καὶ μετ᾿ ὀλίγα· „ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα· καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾿ ἐμέ. “αὕτη δέ ἐστιν ἡ „ἀληθὴς“ „βρῶσις,“ „σὰρξ“ Χριστοῦ, ἥτις „λόγος“ οὖσα γέγονε „σὰρξ“ κατὰ τὸ εἰρημένον· „καὶ ὁ λόγος σὰρξ ἐγένετο. “ὅτε δὲ (φάγοιμεν καὶ) πίοιμεν αὐτὸν, „καὶ ἐσκήνωσεν ἐν ἡμῖν“· ἐπὰν δὲ ἀναδιδῶται, πληροῦται τὸ „ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ. “„οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα. “