Ancient Greek
Chapter 27
Origen, De oratione 27.5
Not analysed yet
ὁ δὲ Παῦλος „νηπίοις“ διαλεγόμενος καὶ „κατὰ ἄνθρωπον“ περιπατοῦσι Κορινθίοις φησί· „γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπωγὰρ ἐδύνασθε. ἀλλ᾿ οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γάρ ἐστε σάρκινοι“ καὶ ἐν τῇ πρὸς Ἑβραίους· „καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς. πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστι· τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. “ἐγὼ δὲ ἡγοῦμαι καὶ τὸ „ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει“ μὴ περὶ σωματικῶν τροφῶν αὐτῷ προηγουμένως λέγεσθαι ἀλλὰ περὶ τῶν τρεφόντων τὴν ψυχὴν λόγων θεοῦ· τοῦ μὲν πιστοτάτου καὶ τελειοτάτου δυναμένου πάντων μεταλαμβάνειν, ὅνπερ δηλοῖ διὰ τοῦ „ὃς μὲν πιστεύει φαγεῖν πάντα,“ τοῦ δὲ ἀσθενεστέρου καὶ ἀτελεστέρου ἁπλουστέροις καὶ μὴ πάνυ εὐτονίαν ἐμποιοῦσι μαθήμασιν ἀρκουμένου, ὅντινα αὐτὸς σημῆναι θέλων λέγει· „ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. “