Ancient Greek
Chapter 28
Origen, De oratione 28.10
Not analysed yet
οὐκ οἶδ᾿ ὅπως ἑαυτοῖς τινες ἐπιτρέψαντες τὰ ὑπὲρ τὴν ἱερατικὴν ἀξίαν. τάχα μηδὲ ἀκριβοῦντες τὴν ἱερατικὴν ἐπιστήμην, αὐχοῦσιν ὡς δυνάμενοι καὶ εἰδωλολατρείας συγχωρεῖν μοιχείας τε καὶ πορνείας ἀφιέναι, ὡς διὰ τῆς εὐχῆς αὐτῶν περὶ τῶν ταῦτα τετολμηκότων λυομένης καὶ τῆς „πρὸς θάνατον“ ἁμαρτίας· οὐ γὰρ ἀναγινώσκουσι τὸ „ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα τις ἐρωτήσῃ. “οὐκ ἀποσιωπητέον καὶ τὸν ἀνδρειότατον Ἰὼβ περὶ τῶν υἱῶν ἀναφέροντα θυσίαν, λέγοντα· „μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς θεόν“· περὶ γὰρ δισταζομένων εἰ ἡμάρτηται, καὶ ταῦτα οὐδὲ μέχρι τῶν χειλέων ἐφθακότων, ἀναφέρει τὴν θυσίαν.