Ancient Greek
Chapter 29
Origen, De oratione 29.1
Not analysed yet
„Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ“· τὸ δὲ „ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ“ παρὰ τῷ Λουκᾷ σεσιώπηται. εἰ μὴ ἀδύνατα προστάττει ὁ σωτὴρ ἡμᾶς εὔχεσθαι, ζητήσεώς μοι ἄξιον φαίνεται, πῶς κελευόμεθα, παντὸς τοῦ ἐπὶ γῆς ἀνθρώπων βίου πειρατηρίου ὄντος. προσεύχεσθαι μὴ εἰσελθεῖν „εἰς πειρασμόν. “ᾗ γάρ ἐσμεν ἐπὶ γῆς περικείμενοι τὴν στρατευομένην σάρκα „κατὰ τοῦ πνεύματος,“ ἧς „τὸ φρόνημα“ „ἔχθρα“ ἐστὶν „εἰς θεὸν,“ μηδαμῶς δυναμένης ὑποτάσσεσθαι „τῷ νόμῳ τοῦ θεοῦ,“ ἐν πειρασμῷ ἐσμεν.