Ancient Greek
Chapter 29
Origen, De oratione 29.11
Not analysed yet
χρὴ τοίνυν εὔχεσθαι οὐχ ἵνα μὴ πειρασθῶμεν (τοῦτο γὰρ ἀδύνατον) ἀλλ᾿ ἵνα μὴ ὑπὸ τοῦ πειρασμοῦ περιβληθῶμεν, ὅπερ πάσχουσιν οἱ ἐνεχόμενοι αὐτῷ καὶ νενικημένοι. ἐπεὶ οὖν ἔξω μὲν τῆς εὐχῆς γέγραπται „μὴ εἰσελθεῖν εἰς πειρασμὸν. “ὅπερ ἐκ τῶν εἰρημένων δύναταί πως εἶναι σαφὲς, ἐν δὲ τῇ εὐχῇ λέγειν ἡμᾶς δεῖ· „μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν“ τῷ πατρὶ θεῷ· ἄξιον ἰδεῖν, πῶς χρὴ νοεῖν τὸν θεὸν εἰσάγειν τὸν μὴ εὐξάμενον ἢ τὸν μὴ ἐπακουόμενον „εἰς“ τὸν „πειρασμόν. “ἀπεμφαίνει γὰρ, τοῦ νικωμένου εἰσερχομένου „εἰς“ τὸν „πειρασμὸν“, τὸν θεὸν νομίζειν εἰσάγειν τινὰ „εἰς πειρασμὸν,“ οἱονεὶ τῷ νικᾶσθαι αὐτὸν παραδόντα. ἡ δ᾿ αὐτὴ ἀπέμφασις περιμένει καὶ τὸν ὅπως ποτὲ ἐξηγούμενον τὸ „εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. “εἰ γὰρ κακὸν τὸ ἐμπεσεῖν „εἰς πειρασμὸν,“ ὅπερ ἵνα μὴ πάθωμεν εὐχόμεθα, πῶς οὐκ ἄτοπον νοεῖν τὸν ἀγαθὸν θεὸν, μὴ δυνάμενον „καρποὺς“ φέρειν „πονηροὺς,“ περιβάλλειν τινὰ τοῖς κακοῖς;