Ancient Greek
Chapter 29
Origen, De oratione 29.12
Not analysed yet
χρήσιμον οὖν εἰς ταῦτα παραθέσθαι τὰ ἐν τῇ πρὸς Ῥωμαίους ὑπὸ τοῦ Παύλου εἰρημένα τοῦτον τὸν τρόπον· „φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς,“ καὶ μετ᾿ ὀλίγα· „διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν“ καὶ τὰ ἑξῆς· καὶ πάλιν μετ᾿ ὀλίγα· „καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. “πλὴν ταῦτα πάντα προσεκτέον τοῖς διακόπτουσι τὴν θεότητα, καὶ λεκτέον πρὸς αὐτοὺς. ἕτερον νομίζοντας εἶναι τὸν ἀγαθὸν πατέρα τοῦ κυρίου ἡμῶν παρὰ τὸν τοῦ νόμου θεὸν. εἰ ὁ ἀγαθὸς θεὸς τὸν μὴ τυγχάνοντα τῆς εὐχῆς εἰσάγει „εἰς πειρασμὸν,“ καὶ εἰ ὁ πατὴρ τοῦ κυρίου παραδίδωσιν „ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν“ τοὺς προημαρτηκότας τι „εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὑτοῖς,“ καὶ εἰ, ὡς αὐτοί φασι, τοῦ κρίνειν καὶ κολάζειν ἀπηλλαγμένος παραδίδωσιν „εἰς πάθη ἀτιμίας“ καὶ „εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,“ οὐκ ἂν „ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν ἑαυτῶν“ γεγενημένων τῶν μὴ παραδοθέντων αὐταῖς ὑπὸ τοῦ θεοῦ, οὐδ᾿ ἂν πάθεσιν „ἀτιμίας“ ὑποπεπτωκότων τῶν μὴ ὑπὸ τοῦ θεοῦ παραδοθέντων αὐτοῖς, οὐδ᾿ ἂν „εἰς ἀδόκιμον νοῦν“ καταπιπτόντων χωρὶς τοῦ παραδίδοσθαι αὐτῷ ὑπὸ θεοῦ τοὺς οὕτω καταδικασθέντας;