Ancient Greek
Chapter 29
Origen, De oratione 29.13
Not analysed yet
ἐκείνους μὲν οὖν εὖ οἶδα ὅτι σφόδρα ταράξει ταῦτα, διὰ τοῦτο ἄλλον ἀναπλάσαντας παρὰ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς θεὸν, ἐπεὶ πολλὰ τοιαῦτα εὑρίσκοντες ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις προσέκοψαν ὡς οὐκ ἀγαθῷ τῷ τοιαύτας προφερομένῳ φωνάς· ἡμῖν δὲ ἤδη διὰ τὰ ἐπαπορηθέντα περὶ τοῦ „μὴ εἰσενέγκῃς εἰς πειρασμὸν ἡμᾶς,“ δι᾿ ἅπερ καὶ τὰς ἀποστολικὰς λέξεις παρεθέμεθα, θεωρητέον εἰ καὶ ἡμεῖς εὑρίσκομεν ἀξιολόγους τῶν ἀπεμφάσεων λύσεις. ἡγοῦμαι δὴ τὸν θεὸν ἑκάστην λογικὴν οἰκονομεῖν ψυχὴν, ἀφορῶντα εἰς τὴν ἀΐδιον αὐτῆς ζωὴν, ἀεὶ ἔχουσαν τὸ αὐτεξούσιον καὶ παρὰ τὴν ἰδίαν αἰτίαν ἤτοι ἐν τοῖς κρείττοσι κατ᾿ ἐπανάβασιν ἕως τῆς ἀκρότητος τῶν ἀγαθῶν γινομένην (ἢ) καταβαίνουσαν διαφόρως ἐξ ἀπροσεξίας ἐπὶ τὴν τοσήνδε ἢ τοσήνδε τῆς κακίας χύσιν. ἐπεὶ οὖν ἡ ταχεῖα θεραπεία καὶ συντομωτέρα καταφρόνησίν τισιν ἐμποιεῖ τῶν, εἰς ἃ ἐμπεπτώκασι, νοσημάτων ὡς εὐθεραπεύτων, ὥστε καὶ δεύτερον ἂν μετὰ τὸ ὑγιᾶσθαι τοῖς αὐτοῖς περιπεσεῖν, εὐλόγως ἐπὶ τῶν τοιούτων περιόψεται τὴν ἐπί τι κακίαν αὔξουσαν, καὶ ἐπὶ πλεῖστον χεομένην ἐν αὐτοῖς ἀνίατον ὑπερορῶν, ἵνα τῷ προσδιατρῖψαι τῷ κακῷ καὶ ἐμφορηθῆναι ἧς ἐπιθυμοῦσιν ἁμαρτίας κορεσθέντες αἰσθηθῶσι τῆς βλάβης, καὶ μισήσαντες ὅπερ πρότερον ἀπεδέξαντο δυνηθῶσι θεραπευθέντες βεβαιότερον ὄνασθαι τῆς ἐν τῷ θεραπευθῆναι ὑπαρχούσης ὑγείας τῶν ψυχῶν αὐτοῖς· οἷον „ὁ ἐπίμικτός“ ποτε ἐν τοῖς υἱοῖς Ἰσραὴλ „ἐπεθύμησαν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ καὶ εἶπαν· τίς ἡμᾶς ψωμιεῖ κρέα; ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν δωρεὰν ἐν Αἰγύπτῳ, καὶ τοὺς σικυοὺς καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα· νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. “εἶτα μετ᾿ ὀλίγα λέγεται· „καὶ ἤκουσε Μωϋσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν· ἕκαστος ἐπὶ τῆς θύρας αὐτοῦ. “καὶ πάλιν μετ᾿ ὀλίγα κύριός φησι τῷ Μωϋσεῖ· „καὶ τῷ λαῷ ἐρεῖς· ἁγνίσασθε αὔριον, καὶ φάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἐναντίον κυρίου λέγοντες· τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ· καὶ δώσει ὑμῖν κύριος κρέα φαγεῖν, καὶ φάγεσθε κρέα. οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐ(δὲ) δέκα ἡμέρας οὐδὲ εἴκοσιν ἡμέρας· ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν· καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες· ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου; “