Ancient Greek
Chapter 29
Origen, De oratione 29.2
Not analysed yet
ὅτι δὲ „πειρατήριον“ πᾶς „ὁ“ „ἐπὶ γῆς“ ἀνθρώπινος „βίος,“ ἀπὸ τοῦ Ἰὼβ μεμαθήκαμεν διὰ τούτων· „πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος τῶν ἀνθρώπων ἐπὶ γῆς; “καὶ ἀπὸ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ τὸ αὐτὸ δηλοῦται ἐν τῷ· „ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου. “ἀλλὰ καὶ ὁ Παῦλος Κορινθίοις γράφων οὐχὶ τὸ μὴ πειράζεσθαι ἀλλὰ τὸ μὴ παρὰ δύναμιν πειράζεσθαί φησι χαρίζεσθαι τὸν θεὸν, λέγων· „πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεὸς, (ὃς) οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. “εἴτε γὰρ „ἡ πάλη“ „ἐστὶ“ „πρὸς“ τὴν ἐπιθυμοῦσαν ἢ στρατευομένην „κατὰ τοῦ πνεύματος“ „σάρκα“ ἢ πρὸς τὴν ψυχὴν „πάσης σαρκὸς“ (ἥτις ἐστὶν ὁμωνύμως ᾧ ἐγκατοικεῖ σώματι τὸ ἡγεμονικὸν, ὃ καλεῖται καρδία), ὁποία ἐστὶν „ἡ πάλη“ τοῖς τοὺς ἀνθρωπίνους πειραζομένοις πειρασμοὺς, εἴτε ὡς διαβεβηκόσι καὶ τελεωτέροις ἀθληταῖς, οὐκέτι „πρὸς αἷμα καὶ σάρκα“ παλαίουσιν οὐδὲ ἐν τοῖς ἀνθρωπίνοις πειρασμοῖς ἐξεταζομένοις, οὓς καταπεπατήκασιν ἤδη, „πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας“ ἐστὶν ἡμῖν τὰ ἀγωνίσματα, τοῦ πειράζεσθαι οὐκ ἀπηλλάγμεθα.