Ancient Greek · ~7 min
Book 3, Chapter 1
Origen, De principiis 3.1.10
Not analysed yet
Ἐπεὶ δέ φασι διακεῖσθαι περὶ αὐτοῦ ὡς περὶ δικαίου, καὶ ἡμεῖς ὡς περὶ ἀγαθοῦ ἅμα καὶ δικαίου, σκοπήσωμεν, πῶς ἂν ὁ ἀγαθὸς καὶ δίκαιος σκληρύνοι τὴν καρδίαν Φαραώ. ὅρα τοίνυν εἰ διά τινος παραδείγματος, ᾧ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐχρήσατο, δυνάμεθα παραστῆσαι, πῶς μιᾷ ἐνεργείᾳ ὁ θεὸς ‘ὃν μὲν ἐλεεῖ, ὃν δὲ σκληρύνει’, οὐ προτιθέμενος σκληρύνειν, ἀλλὰ διὰ προθέσεως χρηστῆς, ᾗ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρ' ἑαυτοῖς κακοῦ τὸ σκληρύνεσθαι, σκληρύνειν λεγόμενος τὸν σκληρυνόμενον. „γῆ“ φησιν „ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον <πολλάκις> ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν“. οὐκοῦν μία ἐνέργεια ἡ κατὰ τὸν ὑετόν· μιᾶς δὲ ἐνεργείας οὔσης τῆς κατὰ τὸν ὑετόν, ἡ μὲν γεωργηθεῖσα γῆ καρποφορεῖ, ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος ἀκανθοφορεῖ. καὶ δύσφημον μὲν ἂν δόξαι εἶναι τὸ λέγειν τὸν ὕοντα· ἐγὼ τοὺς καρποὺς ἐποίησα καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ, ἀλλ' εἰ καὶ δύσφημον, ἀλλ' ἀληθές· ὑετοῦ γὰρ μὴ γενομένου οὔτ' ἂν καρποὶ οὔτ' ἂν ἄκανθαι γεγόνεισαν, τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρεύσαντος ἀμφότερα γεγένηται. ‘ἐκφέρουσα’ γοῦν ‘ἀκάνθας καὶ τριβόλους ἡ πιοῦσα γῆ τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν ἀδόκιμος καὶ κατάρας ἐγγύς’. οὐκοῦν τὸ μὲν ἀγαθὸν τοῦ ὑετοῦ καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε, τὸ δὲ ὑποκείμενον, ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον, ἀκάνθας καὶ τριβόλους ἐβλάστησεν. οὕτω τοίνυν καὶ τὰ γινόμενα ὑπὸ τοῦ θεοῦ τεράστια οἱονεὶ ὑετός ἐστιν· αἱ δὲ προαιρέσεις αἱ διάφοροι οἱονεὶ ἡ γεγεωργημένη γῆ ἐστι καὶ ἡ ἠμελημένη, μία τῇ φύσει ὡς γῆ τυγχάνουσα <. . . >