Ancient Greek · ~4 min
Book 3, Chapter 1
Origen, De principiis 3.1.9
Not analysed yet
Ἐπαπορητέον δὲ πρὸς τοὺς νομίζοντας νενοηκέναι τὸ „ἐσκλήρυνε“, τί δήποτε λέγουσι τὸν θεὸν ἐνεργοῦντα σκληρύνειν καρδίαν, καὶ τί προτιθέμενον τοῦτο ποιεῖν. τηρείτωσαν γὰρ καὶ ἔννοιαν θεοῦ, κατὰ μὲν τὸ ὑγιὲς δικαίου καὶ ἀγαθοῦ, εἰ δὲ μὴ βούλονται, ἐπὶ τοῦ παρόντος αὐτοῖς συγκεχωρήσθω, δικαίου· καὶ παραστησάτωσαν, πῶς ὁ ἀγαθὸς καὶ δίκαιος ἢ ὁ δίκαιος μόνον φαίνεται δικαίως σκληρύνων καρδίαν τοῦ διὰ τὸ σκληρύνεσθαι ἀπολλυμένου, καὶ πῶς ὁ δίκαιος αἴτιος ἀπωλείας γίνεται καὶ ἀπειθείας τῶν ὑπ' αὐτοῦ διὰ τὸ σκληρύνεσθαι καὶ ἀπειθῆσαι αὐτῷ κολαζομένων. τί δὲ αὐτῷ καὶ μέμφεται λέγων· ‘σὺ δὲ οὐ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου. ἰδοὺ πατάσσω πάντα τὰ πρωτότοκα ἐν Αἰγύπτῳ καὶ τὸν πρωτότοκόν σου’, καὶ ὅσα ἄλλα ἀναγέγραπται ὡς τοῦ θεοῦ λέγοντος διὰ Μωσέως τῷ Φαραώ; ἀναγκαῖον γὰρ τὸν πιστεύοντα ὅτι ἀληθεῖς αἱ γραφαὶ καὶ ὅτι ὁ θεὸς δίκαιος, ἐὰν εὐγνώμων ᾖ, ἀγωνίζεσθαι, πῶς ἐν ταῖς τοιαύταις λέξεσι δίκαιος τρανῶς νοηθῇ. εἰ μὲν γὰρ ἀπογραψάμενός τις γυμνῇ τῇ κεφαλῇ ἵστατο πρὸς τὸ πονηρὸν εἶναι τὸν δημιουργόν, ἄλλων ἔδει λόγων πρὸς αὐτόν.