Ancient Greek · ~8 min
Book 3, Chapter 1
Origen, De principiis 3.1.16
Not analysed yet
Ἦν μετὰ ταῦτα τὸ ἀπὸ τοῦ εὐαγγελίου, ὅτε ὁ σωτὴρ ἔφασκε ‘διὰ τοῦτο τοῖς ἔξω ἐν παραβολαῖς λαλεῖν, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς’. καὶ ἐρεῖ ὁ ἐξ ἐναντίας· εἰ πάντως τῶν σαφεστέρων ἀκούσαντες οἵδε τινὲς ἐπιστρέφουσι, καὶ οὕτως ἐπιστρέφουσιν, ὥστε ἀξίους αὐτοὺς γενέσθαι ἀφέσεως ἁμαρτημάτων, οὐκ ἔστι δὲ ἐπ' αὐτοῖς τὸ ἀκοῦσαι τῶν σαφεστέρων λόγων, ἀλλ' ἐπὶ τῷ διδάσκοντι, καὶ διὰ τοῦτο οὐκ ἀπαγγέλλει αὐτοῖς σαφέστερον, ‘μήποτε ἴδωσι καὶ συνῶσιν’, οὐκ ἔστιν ἐπ' αὐτοῖς τὸ σωθῆναι· εἰ δὲ τοῦτο, οὔκ ἐσμεν αὐτεξούσιοι περὶ σωτηρίας καὶ ἀπωλείας. πιθανὴ μὲν οὖν πρὸς ταῦτα ἀπολογία ἦν, εἰ μὴ προσέκειτο τὸ „μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς“, τὸ ὅτι οὐκ ἐβούλετο τοὺς μὴ ἐσομένους καλοὺς καὶ ἀγαθοὺς συνιέναι τῶν μυστικωτέρων ὁ σωτὴρ καὶ διὰ τοῦτο ‘ἐλάλει αὐτοῖς ἐν παραβολαῖς’. νῦν δέ, κειμένου τοῦ „μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς“, ἡ ἀπολογία ἐστὶ χαλεπωτέρα. Πρῶτον τοίνυν σημειωτέον ἐστὶ τὸν τόπον πρὸς τοὺς ἑτεροδόξους, λεξιθηροῦντας μὲν τὰ ἀπὸ τῆς παλαιᾶς διαθήκης τοιαῦτα, ἔνθα ἐμφαίνεται, ὡς αὐτοὶ τολμῶντες λέγουσιν, ὠμότης τοῦ δημιουργοῦ ἢ ἀμυντικὴ καὶ ἀνταποδοτικὴ τῶν χειρόνων προαίρεσις, ἢ ὅ τι ποτὲ θέλουσι τὸ τοιοῦτον ὀνομάζειν, μόνον ἵνα λέγωσιν οὐκ ἀγαθότητα εἶναι ἐν τῷ κτίσαντι· οὐχ ὁμοίως δὲ οὐδὲ εὐγνωμόνως ἐντυγχάνοντας τῇ καινῇ, ἀλλὰ παραπεμπομένους τὰ παραπλήσια οἷς νομίζουσιν εἶναι ἐπιλήπτοις ἀπὸ τῆς παλαιᾶς. φανερῶς γὰρ καὶ κατὰ τὸ εὐαγγέλιον ὁ σωτὴρ δείκνυται, ὡς αὐτοὶ φάσκουσιν ἐπὶ τῶν προτέρων, διὰ τοῦτο σαφῶς μὴ φθεγγόμενος, ἵνα μὴ ἐπιστρέψωσιν οἱ ἄνθρωποι, καὶ ἐπιστρέψαντες ἀφέσεως ἁμαρτημάτων ἄξιοι γένωνται· ὅπερ καθ' αὑτὸ οὐδενὸς ἔλαττόν ἐστι τῶν ἀπὸ τῆς παλαιᾶς κατηγορουμένων τοιούτων. ἐὰν δὲ περὶ τοῦ εὐαγγελίου ἀπολογίαν ζητῶσι, λεκτέον πρὸς αὐτούς, εἰ μὴ ἐπιλήπτως ποιοῦσιν ἐπὶ τῶν ὁμοίων προβλημάτων ἀνομοίως ἱστάμενοι, καὶ κατὰ μὲν τὴν καινὴν οὐ προσκόπτοντες ἀλλ' ἀπολογίαν ζητοῦντες, κατὰ δὲ τὴν παλαιὰν περὶ τῶν παραπλησίων, δέον ἀπολογεῖσθαι ὁμοίως τοῖς ἀπὸ τῆς καινῆς, κατηγοροῦντες. ἐξ ὧν συμβιβάσομεν αὐτοὺς διὰ τὰς ὁμοιότητας ἐπὶ τὸ πάντα ἡγεῖσθαι ἑνὸς εἶναι γράμματα θεοῦ. Φέρε δὴ καὶ πρὸς τὸ προκείμενον ἀπολογίαν κατὰ τὸ δυνατὸν πορισώμεθα.