Ancient Greek · ~12 min
Book 3, Chapter 1
Origen, De principiis 3.1.17.1
Not analysed yet
ἐφάσκομεν καὶ περὶ τοῦ Φαραὼ ἐξετάζοντες ὅτι ἐνίοτε τὸ τάχιον θεραπευθῆναι οὐ πρὸς καλοῦ γίνεται τοῖς θεραπευομένοις, εἰ παρ' ἑαυτοὺς χαλεποῖς περιπεσόντες εὐχερῶς ἀπαλλαγεῖεν τούτων οἷς περιπεπτώκασι· καταφρονοῦντες γὰρ ὡς εὐιάτου τοῦ κακοῦ, δεύτερον οὐ φυλαττόμενοι τὸ περιπεσεῖν αὐτῷ, ἐν αὐτῷ ἔσονται. διόπερ ἐπὶ τῶν τοιούτων ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ ‘εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν’, κατὰ τὴν χρηστότητα αὐτοῦ ὑπερτίθεται τὴν ταχυτέραν πρὸς αὐτοὺς βοήθειαν καί, ἵν' οὕτως εἴπω, βοηθῶν αὐτοῖς οὐ βοηθεῖ, τούτου αὐτοῖς λυσιτελοῦντος. εἰκὸς οὖν καὶ ‘τοὺς ἔξω’, περὶ ὧν ὁ λόγος, τῷ σωτῆρι κατὰ τὸ προκείμενον ἑωραμένους οὐ βεβαίους ἔσεσθαι ἐν τῇ ἐπιστροφῇ, εἰ τρανότερον ἀκούσαιεν τῶν λεγομένων, ὑπὸ τοῦ κυρίου ᾠκονομῆσθαι μὴ σαφέστερον ἀκοῦσαι τῶν βαθυτέρων· μήποτε τάχιον ἐπιστρέψαντες καὶ ἰαθέντες ἐν τῷ ἀφέσεως τυχεῖν, ὡς εὐχερῶν τῶν τῆς κακίας τραυμάτων καὶ εὐιάτων καταφρονήσαντες, πάλιν καὶ τάχιον αὐτοῖς περιπέσωσι. τάχα δὲ καὶ τίνοντες δίκας τῶν προτέρων ἁμαρτημάτων, ὧν εἰς τὴν ἀρετὴν ἐπλημμέλησαν καταλιπόντες αὐτήν, οὐδέπω τὸν πρέποντα χρόνον ἐκπεπληρώκεσαν τῷ καταλειπομένους αὐτοὺς ἀπὸ τῆς θείας ἐπισκοπῆς, ἐπὶ πλεῖον ἐμφορηθέντας τῶν ἰδίων ἃ ἔσπειραν κακῶν, ὕστερον εἰς βεβαιοτέραν μετάνοιαν καλεῖσθαι, οὐ ταχέως περιπεσουμένους οἷς πρότερον περιπεπτώκεσαν τὸ ἀξίωμα ἐνυβρίσαντες τῶν καλῶν καὶ τοῖς χείροσιν ἑαυτοὺς ἐπιδεδωκότες. οἱ μὲν οὖν ‘ἔξω’ λεγόμενοι, δηλονότι συγκρίσει τῶν ‘ἔσω’, οὐ πάντη πόρρω τῶν ἔσω τυγχάνοντες, τῶν ἔσω σαφῶς ἀκουόντων, ἀκούουσιν ἀσαφῶς διὰ τὸ ‘ἐν παραβολαῖς’ αὐτοῖς λέγεσθαι· πλὴν ἀκούουσιν. ἕτεροι δὲ τῶν ἔξω, οἱ λεγόμενοι Τύριοι, καίτοιγε προεγνωσμένοι ὅτι ‘πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν’, ἐγγὺς γενομένου τοῦ σωτῆρος τῶν ὁρίων αὐτῶν, οὐδὲ τὰ τῶν ἔξω ἀκούουσιν, ὡς εἰκός, μᾶλλον πόρρω ὄντες τῆς ἀξίας τῶν ἔξω, ἵν' ἐν ἄλλῳ καιρῷ μετὰ τὸ ‘ἀνεκτότερον’ αὐτοῖς γενέσθαι παρὰ τοὺς μὴ παραδεξαμένους τὸν λόγον, ἐφ' ὧν ἐμνημόνευσε καὶ τῶν Τυρίων, εὐκαιρότερον ἀκούσαντες βεβαιότερον μετανοήσωσιν. Ὅρα δὲ εἰ μὴ μᾶλλον ἡμεῖς πρὸς τῷ ἐξεταστικῷ καὶ τὸ εὐσεβὲς πάντη ἀγωνιζόμεθα τηρεῖν περὶ ‘θεοῦ καὶ τοῦ χριστοῦ αὐτοῦ’, ἐκ παντὸς ἀπολογεῖσθαι πειρώμενοι ὡς ἐν τηλικούτοις καὶ τοιούτοις περὶ τῆς ποικίλης προνοίας τοῦ θεοῦ, ἀθανάτου ψυχῆς προνοουμένου. εἰ γοῦν τις περὶ τῶν ὀνειδιζομένων ζητοίη ὅτι ὁρῶντες τεράστια καὶ ἀκούοντες θείων λόγων οὐκ ὠφελοῦνται, Τυρίων ἂν μετανοησάντων, εἰ τοιαῦτα παρ' αὐτοῖς ἐγεγόνει καὶ εἴρητο, ζητοίη δὲ φάσκων, τί δήποτε τοῖς τοιούτοις ἐκήρυξεν ὁ σωτὴρ ἐπὶ κακῷ αὐτῶν, ἵνα βαρύτερον αὐτοῖς τὸ ἁμάρτημα λογισθῇ· λεκτέον πρὸς αὐτὸν ὅτι ὁ πάντων τὰς διαθέσεις κατανοῶν τῶν αἰτιωμένων αὐτοῦ τὴν πρόνοιαν, ὡς παρ' ἐκείνην οὐ πεπιστευκότων μὴ δωρησαμένην ἰδεῖν ἃ ἑτέροις θεάσασθαι ἐχαρίσατο, καὶ μὴ οἰκονομήσασαν ἀκοῦσαι τούτων, ἃ ἄλλοι ἀκούσαντες ὠφέληνται, τὴν ἀπολογίαν οὐκ εὔλογον οὖσαν ἐλέγξαι βουλόμενος δίδωσι ταῦτα, ἃ οἱ μεμφόμενοι τὴν διοίκησιν αὐτοῦ ᾔτησαν· ἵνα μετὰ τὸ λαβεῖν οὐδὲν ἧττον ἐλεγχθέντες ὡς ἀσεβέστατοι τῷ μηδ' οὕτως τῷ ὠφελεῖσθαι ἑαυτοὺς ἐπιδεδωκέναι, παύσωνται τοῦ τοιούτου θράσους, καὶ κατ' αὐτὸ τοῦτο ἐλευθερωθέντες μάθωσιν ὅτι ποτὲ εὐεργετῶν τινας ὁ θεὸς μέλλει καὶ βραδύνει, μὴ χαριζόμενος ὁρᾶν καὶ ἀκούειν τοιαῦτα, ἐφ' οἷς ὁραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων.