Ancient Greek · ~9 min
Book 3, Chapter 1
Origen, De principiis 3.1.7
Not analysed yet
ἐπεὶ δὲ εἰς τὸ ἐναντίον, τουτέστι τὸ μὴ ἐφ' ἡμῖν τυγχάνειν <τὸ> τηρεῖν τὰς ἐντολὰς καὶ σώζεσθαι καὶ τὸ παραβαίνειν αὐτὰς καὶ ἀπόλλυσθαι, περισπᾷ ῥητά τινα ἀπὸ τῆς παλαιᾶς καὶ τῆς καινῆς, φέρε ἀπὸ μέρους καὶ ἐκ τούτων παραθέμενοι θεασώμεθα αὐτῶν τὰς λύσεις, ἵνα ἀφ' ὧν παρατιθέμεθα κατὰ τὸ ὅμοιον ἐκλεξάμενός τις ἑαυτῷ πάντα τὰ δοκοῦντα ἀναιρεῖν τὸ αὐτεξούσιον, ἐπισκέψηται τὰ περὶ τῆς λύσεως αὐτῶν. καὶ δὴ πολλοὺς κεκίνηκε τὰ περὶ τοῦ Φαραώ, περὶ οὗ χρηματίζων ὁ θεός φησιν· „ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ“ πλεονάκις. εἰ γὰρ ὑπὸ θεοῦ σκληρύνεται καὶ διὰ τὸ σκληρύνεσθαι ἁμαρτάνει, οὐκ αὐτὸς ἑαυτῷ τῆς ἁμαρτίας αἴτιος· εἰ δὲ τοῦτο, οὐδὲ αὐτεξούσιος ὁ Φαραώ. καὶ φήσει τις ὅτι ἐκ τοῦ ὁμοίου οἱ ἀπολλύμενοι οὐκ αὐτεξούσιοι οὐδὲ παρ' ἑαυτοὺς ἀπολοῦνται. καὶ ἐν τῷ Ἰεζεκιὴλ δὲ λεγόμενον τὸ „ἐξελῶ αὐτῶν τὰς λιθίνας καρδίας καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωσι“ κινήσαι ἄν τινα ὡς τοῦ θεοῦ διδόντος τὸ ‘πορεύεσθαι ἐν ταῖς ἐντολαῖς καὶ φυλάσσειν τὰ δικαιώματα’ ἐν τῷ τὸ ἐμποδίζον ὑπεξῃρηκέναι, τὴν ‘λιθίνην καρδίαν’, καὶ τὸ κρεῖττον ἐντεθεικέναι, τὴν ‘σαρκίνην’. Ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ εὐαγγελίου, τί ὁ σωτὴρ ἀποκρίνεται πρὸς τοὺς πυθομένους, ‘διὰ τί ἐν παραβολαῖς τοῖς πολλοῖς λαλεῖ’· „ἵνα“ φησὶν „βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς“. ἔτι δὲ καὶ παρὰ τῷ Παύλῳ τὸ „οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ“, καὶ ἐν ἄλλοις· „καὶ τὸ θέλειν δὲ καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστιν“, καὶ ἐν ἄλλοις· „ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς μοι οὖν· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; “[καὶ „ἡ πεισμονὴ ἐκ τοῦ καλοῦντος“ καὶ οὐκ ἐξ ἡμῶν,] „μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ, ὁ ἀνταποκρινόμενος τῷ θεῷ; [καὶ πάλιν·] μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; “ταῦτα γὰρ καθ' ἑαυτὰ ἱκανά ἐστι τοὺς πολλοὺς ἐκταράξαι, ὡς οὐκ ὄντος τοῦ ἀνθρώπου αὐτεξουσίου, ἀλλὰ τοῦ θεοῦ σώζοντος καὶ ἀπολλύντος οὓς ἐὰν αὐτὸς βούληται.