Ancient Greek · ~7 min
Book 3, Chapter 1
Origen, De principiis 3.1.8
Not analysed yet
Ἀρξώμεθα τοίνυν ἀπὸ τῶν περὶ τοῦ Φαραὼ εἰρημένων ὡς σκληρυνομένου ὑπὸ θεοῦ, ἵνα μὴ ἐξαποστείλῃ τὸν λαόν· ᾧ συνεξετασθήσεται ἅμα καὶ τὸ ἀποστολικόν· „ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει“. καὶ ἐπεὶ χρῶνται τούτοις τῶν ἑτεροδόξων τινές, σχεδὸν καὶ αὐτοὶ τὸ αὐτεξούσιον ἀναιροῦντες διὰ τὸ φύσεις εἰσάγειν ἀπολλυμένας, ἀνεπιδέκτους τοῦ σώζεσθαι, καὶ ἑτέρας σωζομένας, ἀδυνάτως ἐχούσας πρὸς τὸ ἀπολέσθαι, τόν τε Φαραώ φασι φύσεως ὄντα ἀπολλυμένης διὰ τοῦτο σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἐλεοῦντος μὲν τοὺς πνευματικούς, σκληρύνοντος δὲ τοὺς χοϊκούς, φέρε ἴδωμεν ὅ τί ποτε καὶ λέγουσι. πευσόμεθα γὰρ αὐτῶν, εἰ χοϊκῆς φύσεως ὁ Φαραὼ ἦν. ἀποκρινομένοις δὲ ἐροῦμεν ὅτι ὁ τῆς χοϊκῆς φύσεως πάντως ἀπειθεῖ θεῷ· εἰ δὲ ἀπειθεῖ, τίς χρεία σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν, καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ πλεονάκις; εἰ μὴ ἄρα ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτόν, καὶ πάντως ἐπείσθη ἂν ἅτε οὐκ ὢν χοϊκὸς ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος, χρῄζει δὲ αὐτοῦ ὁ θεὸς ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα ἐπὶ πλεῖον ἀπειθοῦντος, διὰ τοῦτο αὐτοῦ σκληρύνει τὴν καρδίαν. Ταῦτα δὲ λελέξεται πρῶτον πρὸς αὐτοὺς εἰς τὸ ἀνατραπῆναι ὃ ὑπολαμβάνουσιν, ὅτι φύσεως εἴη ἀπολλυμένης ὁ Φαραώ. τὸ δ' αὐτὸ καὶ περὶ τοῦ παρὰ τῷ ἀποστόλῳ λεγομένου λεκτέον πρὸς αὐτούς. τίνας γὰρ σκληρύνει ὁ θεός; τοὺς ἀπολλυμένους; ὡς τί πεισομένους, εἰ μὴ σκληρυνθεῖεν; ἢ δηλονότι σωθησομένους τῷ μὴ εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης; τίνας δὲ καὶ ἐλεεῖ; ἆρα τοὺς σωθησομένους; καὶ πῶς χρεία ἐλέου δευτέρου αὐτοῖς, ἅπαξ κατασκευασθεῖσι σωθησομένοις καὶ πάντως διὰ τὴν φύσιν μακαρίοις ἐσομένοις; εἰ μὴ ἄρα, ἐπεὶ ἐπιδέχονται ἀπώλειαν, εἰ μὴ ἐλεηθεῖεν, ἐλεοῦνται, ἵν' ὅπερ ἐπιδέχονται μὴ λάβωσι, τὸ ἀπολέσθαι, ἀλλὰ γένωνται ἐν χώρᾳ σωζομένων. καὶ ταῦτα μὲν πρὸς ἐκείνους.