Ancient Greek
ΨΑΛ. ΙΖ΄.
Origen, Excerpta in Psalmos [Dub.] 12
Not analysed yet
Στίχ. ιβ΄, Καὶ ἔθετο σκότος ἀποκρυφσὴν αὐτοῦ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Τὸν ἐν σκηνῇ τίς οὐκ (52) ὄψεται μὴ γενόμενος ἔνδον; Οὔπως οὐδὲ τὸν Θεὸν, εἰ μή τις εἰσέλθοι τοῦ τῆς δυσκαταληψίας ἔνδον παραπετάσματος. Καὶ Μωῦσῆς γὰρ εἰς τὸν γνόφον εἰσῆλθεν, οὗ ἦν ὁ Θεός. Ἐπιστήσας γὰρ τῇ περὶ Θεοῦ δημιουργίᾳ τε καὶ προνοίᾳ, εἴσω τούτων ἔγνω περιέχεσθαι τὸν Θεόν. Ὀλίγον γὰρ αὐτὴν διανοίξας, τὸν οὗ ἐστιν εἰκὼν, ἐκ τοῦ κατʼ εἰκόνα μεμάθηκεν· ἐκ δὲ τῆς δημιουργίας καὶ προνοίας τὸν δημιουργὸν καὶ προνοητήν.