Ancient Greek
ΨΑΛ. ΛϚ΄.
Origen, Excerpta in Psalmos [Dub.] 13
Not analysed yet
Στίχ. ιγ΄. Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτὸν, ὅτι προβλέπε, ὅτι ἤξει ὁ ήμέρα αὐτοῦ. Ἐντεῦθεν μανθάνομεν, ὅτι, ὥσπερ πέφυκεν ἐνανεἶναι σκότος καὶ φῶς, οὕτω ὁ ἁμαρτωλὸς τῷ δικαίῳ. Ἐὰν οὗν ἵδῃς τότε μισούμενον τὸν δίκαιον, μὴ ὄκνει λέγειν περὶ τοῦ μισοῦντος αὐτὸν, ὡς ἔστιν ἁμαρτωλός. Οἱ γὰρ φρονοῦντες τὰ κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦνται τῆς δικαιοσύνης τὸν ἐραστήν.