Ancient Greek
ΨΑΛ. ΛϚ΄.
Origen, Excerpta in Psalmos [Dub.] 23
Not analysed yet
Στίχ. κγ΄. Παρὰ Κυρίου τὰ διαβήματα ἀνρώπου κατευθύνεται· καὶ τὴν ὀδὸν αὐτοῦ θελήσει σφόδρα. (76) Ὥσπερ ἰδίου παιδὸς, φησὶ, λαμβάνεται τῆς χειρὸς ὁ Θεὸς, καὶ ἀποφέρει πρὸς ὁδὸν εὐθεῖαν, οὐκ ἀφιεὶς αὐτὸν σκολιοδρομεῖν, οὔτε μὴν καμπύλας ποιεῖσθαι τοῦ βίου τὰς τροχιάς· ἀλλʼ εὐθὺ παντὸς έναι πράγματος ἀγαθοῦ, διδάσκων τε καὶ ἀπευθύνων αὐτοὺς, κατά γε τό· Ἐκράτησας τῆς χερὸς τῆς δεβιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με. Ὅταν μέντοι τοῦ ἀνθρώπου τὰ διαβήματα ὑπὸ Κυρίου κατευθυνθῇ, τότε τὴν ὁδὸν αὐτοῦ θελήσει. (77) Ἀμφίβολος ἡ λέξις. Ἢ γὰρ ὁ Κύριος τοῦ κατευθυνομένου τοῖς διαβήμασι θέλει τὴν ὁδὸν, καὶ ἀποδέχεται ἢν ποιεῖται κατὰ τὸν νόμον πορείαν, μὴ θέλων ὁδὸν ἀσεβῶν, ἢ λοξῶς πορευομένων· ἢ αὐτὸς, οὗ τὰ διαβήματα ὑπὸ Κυρίου κατευθύνεται, θέλει τὴν ὁδὸν τοῦ Κυρίου, γευσάμενος, ἐν τῷ κατευθύνεσθαι αὐτοῦ ὡς τὰ διαβήματα, τῆς γλυκύτητος τῆς κατὰ τὴν ὁδὸν, ἐν ᾗ κατευθυνθείη ὑπὸ Κυρίου. Ἄμεινον δὲ ἴσως νοεῖν, ὅτι ὁ Κύριος θελήσει τὴν ὁδὸν τοῦ ἀνθρώπου, τουτέστι ποιήσεται θελητὴν καὶ ἀποδέξεται. Ὥσπερ γὰρ ἀνεθελήτους ἔχει τὰς τῶν παρανόμων ὁδοὺς, οὕτω ποιεῖται θελητὰς τὰς τῶν ἀγαθουργούντων. Ὃ δὲ ἀρέσκει Θεῷ, τοῦτο πάντως ἐστὶ καὶ ἐξαίρετον, καὶ παντὸς ἐπαίνου μεστόν. Οὐ γὰρ ἂν ἠθέλησε Θεὸς τὸ μὴ οὕτως ἔχον. Οἵ γε μὴν ἀπὸ τῶν αἱρέσεων γίνονται μὲν ἐν διαβήμασιν, οὐ μὴν κατευθυνουμένοις ὑπὸ Κυρίου, ἀλλὰ λελοξωμένοις ὑπὸ τοῦ πονηροῦ· ἐκκλίνουσι δεξιὰ καὶ ἀριστερὰ, μὴ ἀρκούμενοι ψιλῇ τῇ πίστει, νοοῦντες δὲ βαθύτερον μὲν, οὐκ ἀληθὲς δέ. Ὧν τὴν ὁδὸν οὐ θέλει Κύριος, ὅτι οὐκ ἀνθρώπων αὐτῶν τὰ διαβήματα, ἀλλὰ θηρὸς ἢ ἑρπετοῦ ἢ κτήνους.