Ancient Greek
ΨΑΛ. ΛϚ΄.
Origen, Excerpta in Psalmos [Dub.] 25
Not analysed yet
Στίχ. κε΄. Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. Ἑτέρως δὲ ἴσμεν ἡλικίαν κατὰ τὸν ἕσω ἄνθρωπον, παιδίου, νεανίσκου, γέροντος. Πρὸ γοῦν τοῦ Ἀβραὰμ οἱ πολυχρονιώτεροι αὐτοῦ οὐκ εἴρηνται πρεσβύτεροι· ἀλλʼ αὐτὸς πρῶτος διʼ ἀρετὴν πρεσβύτερος ἐχρημάτισε, καὶ διὰ τὸ τὸν ἔσω αὐτοῦ ἄνθρωπον κατηργηκέναι τὰ τοῦ νηπίου. Καὶ Ἱερεμίου ἄκουε· Μὴ λέγετε, ὅτι νεώτερος ἐγώ εἰμι. Τοιοῦτόν τί μοι νόει καὶ περὶ τοῦ Δαβίδ· Νήπιος, φησὶν, ἐγενόμην κατὰ τὸν ἔσω μου ἄνθρωπον. Μεταβαλὼν δὲ ἐκ νεαροῦ ἤθους καὶ ἀβεβαίου, καθʼ ὃν νεωτερίζων νεώτερος ἤμην, εἰς γῆρας ἦλθον, βίον ἀκηλίδωτον ἔχων καὶ πολιὰν φρόνησιν. Καὶ οὕτω προκόψας, οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. Ἐὰν σωματικῶς ἀκούῃς, ψεῦδός ἐστι. Δύο δέ εἰσιν ἐγκαταλείψεις· ἡ μὲν σωματικὴ, ἥτις οὐδὲν ἡμᾶς βλάπτει· ἡ δὲ τῆς ψυχῆς. ἥτις ὀλέθριός ἐστιν. Ὅσον μὲν οὗν πλουτοῦμεν ἐν ἔργοις δικαίοις, τοσοῦτον μᾶλλον βοηθούμεθα πρὸς τὸ μὴ ἐγκαταλείπεσθαι μέχρι τέλους. Διὸ οὐκ εἶπεν, ἐγκαταλειφθέντα, ἀλλʼ ἐγκαταλελειμμένον. Ἐπεὶ, πρὸς καιρὸν καὶ ἐγκαταλιμπάνονται δίκαιοι, ὡς ὁ Ἰὼβ, ἵνα ἀναφανῇ δίκαιος.