Ancient Greek
ΨΑΛ. ΚΓ΄.
Origen, Excerpta in Psalmos [Dub.] 6-2
Not analysed yet
Στίχ. Ϛ΄. Αὕτη ἡ γενεὰ ζητούντων τόν Κόριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. (58) Καὶ μὴν εἶπεν· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ὡς ἀληθῶς γὰρ οὐκ ὄψεταί τις ἄνθρωπος ὤν, καὶ μὴ πᾶν ἀνθρώπινον ἀποθέμενος, καὶ μεταβαλὼν εἰς ἄγγελον καὶ Θεὸν, ὅπερ οὐκ ἔστιν ἐνθάδε. Περὶ δὲ τῶν ἀγγέλων τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν, ὁ Σωτήρ φησιν, ὅτι Διαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς.