Ancient Greek
ΨΑΛ. ΛϚ΄.
Origen, Excerpta in Psalmos [Dub.] 6-3
Not analysed yet
Στίχ. Ϛ΄. Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. (64) Ἔσο, φησὶν, φανερῶς τὴν ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδὸν, τουτέστι, γυμνὴν καὶ ἀναμφίαστον τῷ Θεῷ τὴν σεαυτοῦ δεικνὺς πολιτείαν· καὶ ἕλπισον ἐπ᾿ αὐτὸν, αὐτὸς δὲ ποιήσει. Ἐν τῷ μέλλοντι αἰῶνι ἐμφανῶς καταστήσει, καὶ οἷον περίοπτον ἀποφανεῖ, λαθεῖν οὐκ ἐῶν τῆς σῆς εὐζοΐας τὸ κάλλος. Ἔσται γὰρ ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου, δίκην φωτὸς ἀναλάμπουσα μεσημβρινοῦ. (65) Μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον. Καί σε κρινεῖ ἄξιον εἶναι φωτὸς ἐκεῖ. Ἐπειδὴ οὖν πᾶς ὁ φαῦλα πράσσων, οἷον ὁ πορ νεύων, μισεῖ τὸ φῶς, καὶ τὸ ὅσον ἐφʼ ἑαυτῷ, κρύπτει ἃ ποιεῖ, ἵνα μὴ ἐλεγχθῇ· θέλει γὰρ μὴ γνωσθῆναι τὴν πορνείαν αὐτοῦ· διὸ καὶ ἐπικρύπτει τὴν ὁδὸν αὐτοῦ, ἢν ὥδευσεν· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, οἷον ὁ σωφρονῶν, θέλει αὐτὴν φανερῶσαι, οὐκ ἀνθρώποις, ἵνα μὴ ἀπέχῃ τὸν μισθὸν ἀπὸ τῶν ἀνθρώπων, ἀλλὰ τῷ Θεῷ· διὰ τοῦτο εἴρηται· Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, τουτέστι, δεῖξον αὐτῷ τὸν σὸν ἐπίμωμον βίον, καὶ αὐτὸς θεραπεύσει σε ἀπὸ τῶν τραυμάτων, καὶ ποιήσει τὸν ῥυπαρὸν καθαρόν. Κἂν γένῃ καλὸς καὶ ἀγαθὸς, ἐγκαυχήσεταί σοι· καὶ ἐπεὶ μὴ ὢν κενόδοξος ἔκρυπτες τὴν δικαιοσύνην σου, αὐτὸς φανερὸν ποιήσει, καὶ οὕτως ἐπιφανῇ (66), ὥσπερ ἥλιον ἐν μεσημβρίᾳ. Τότε γὰρ, φησὶν, οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος.