Ancient Greek · ~2 min
CAP. XIII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-13
Not analysed yet
Πλοῦτος ἀσεβῶν κακία. Οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν αὐτοὺς, δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας· τοίνυν καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἐπάνω πεντεκαίδεκα πόλεων γενόμενοι· τὴν γὰρ κληροδοσίαν τὴν οὐ ράνιον ἤν ἤμελλον ἀπολαβεῖν οἱ ἀσεβείᾳ αὑτοὺς ἐκδώσαντες, ταύτην κληρονομήσουσι δίκαιοι, καθὰ καὶ Παῦλός φησιν· Κατὰ δέ τὴν σκ ληρότητά σου καὶ ἀμετανόητόν σου καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ. Ὁ δὲ ἀγαθὸς κληροδοτῆσαι ποιήσει τοὺς ὡς υἱοὺς πατρὶ πειθομένους αὐτῷ, καὶ τοὺς ἐκείνῳ 24 υἱοθετήσει τὴν τῶν οὐρανῶν βασιλείαν.