Ancient Greek · ~2 min
CAP. XVII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-17
Not analysed yet
Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι, πᾶς ὁ ἀποστὰς τῆς κακίας διὰ τῆς ἀρετῆς, τῶν δαιμόνων ἀφρόνων ὄντων δεσποτῶν ἐκράτησεν· ὃς καὶ οἶκος μυστηρίων Θεοῦ γενήσεται. κατὰ ἀναλογίαν τῆς καταστάσεως, ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικήν· οὕτω καὶ Παῦλος τοὺς μὲν ἐν Κορίνθῳ γαλαποτίζων, τοὺς δὲ ἐν Ἐφέσῳ τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ Θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας, καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν.