Ancient Greek · ~3 min
1 to 4
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-18-4
Not analysed yet
Ὁ ἀγόμενος τῇ τῶν δαιμόνων ἀφροσήνῃ, Θὐ χρείαν ἕχει σοφίας Θεοῦ ἥ γνώσεως· διότι ἠγάπησε μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· κἂν ἀφροσύνῃ χαίρει, οἵεται μὴ χρείαν ἕχειν σοφίας. Ὥσπερ τὸ ὕδωρ ζωογονεῖ τὰ φυτὰ, οὕτως ταῖς ἀρεταῖς ἀνδρὸς ἐστομωμένου λόγος ἀναψύχει, καὶ πρὸς Θεὸν πτεροῖ τοὺς ἐθέλοντας σοφισθῆναι· ποταμὸν δὲ ἀναπηδῶντά φησι, τὴν ἀνεκδιήγητον τῶν χαρίτων σοφίαν τοῦ παναγίου Πνεύματος, τὴν ἀείῤῥυτον σοφίαν τῆς τρισσοφαοῦς ἑνιαίας Θεότητος. Ὁ τὴν ὑπάρχουσαν τῷ διαβόλῳ κακίαν ἀποδεχόμενος, καὶ κατʼ αὐτὴν ἐνεργῶν θεωρίᾳ καὶ λόγῳ, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς· τὸ δίκαιον δὲ ἐν κρίσει, ἐν λόγῳ τε σωμάτων, οὐ καλὸν ἐκκλῖναι ὅσιον. Ἡ θρασύτης, ἀπὸ τοῦ πράου χωρίζουσα τὴν ψυχὴν, τῷ θανάτῳ δίδωσιν.