Ancient Greek · ~2 min
CAP. VI.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 1-6
Not analysed yet
Πᾶς ὁ τὸν φίλον τὸν Χριστὸν ἐγγυώμενος, ὡς δικαιοσύνην καὶ ἀλήθειαν, παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς, τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις, διὰ τὴν πρὸς τὸν Σωτῆρα φιλίαν· φιλία γάρ ἐστι πνευματικὴ, γνῶσις Θεοῦ, καθʼ ἣν καὶ οἱ ἅγιοι φίλοι Θεοῦ χρηματίζουσιν, ὡς ὁ Ἰωάννης ὁ Βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου, Μωϋσῆς τε καὶ οἱ ἀπόστολοι· Οὐκέτι γὰρ, φησὶν, ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.