Ancient Greek · ~3 min
10 to 13
Origen, Expositio in Proverbia (fragmenta e catenis) 10-13
Not analysed yet
Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· «Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται; »Ἤ τάχα οὔτως χαίρει ἡ σοφία, ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου, καὶ ἐπὶ τοῦ λῃστοῦ ἀπωλεῖᾳ πιστεύσαντος τῷ Χριστῷ; τοῦ μὲν γὰρ, τὸν λῃστὴν ἡ σοφία· τοῦ δὲ, τὸν τελώνην ἀπώλεσε (2). Πολιορκία ἐστὶ διδασκαλία ἠθικὴ, τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα ἐπὶ τῇ τοῦ Θεοῦ πολιορκίᾳ. Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων εἰσὶν, οὕτω καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων τε καὶ δαιμόνων εἰσὶ, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος· ἠδίκουν δὲ νηπίους, εἶπε, περὶ ὧν Χριστὸς ἔφη· Μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων. Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ, καὶ μετʼ ὀλίγον κατασκηνώσει ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· ὡς ἀκούσας καὶ φυλάξας τὰ προστἀγματα αὐτοῦ, ὅτι ἤλπισεν ἐπʼ αὐτόν.