Ancient Greek · ~2 min
10 to 11
Origen, Expositio in Proverbia (fragmenta e catenis) 10-4-11
Not analysed yet
Τουτέστι μὴ κάθευδε πολλὰ, ἀλλʼ ἄγρυπνος ἕσο· ἵνα μὴ ἐξαρθῇς εἰς τὴν γέενναν, μὴ καταλάλει· καὶ διὰ μὲν τῶν ἀρετῶν, ἄνοιγε τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου· διὰ δὲ τῆς σοφίας, νοητῶν ἐμπλήσθητι ἄρτων. Τὸ σταθμιεῖν ἑαυτόν τις ἐπὶ τοῖς τοῦ Κυρίου καὶ τοῦ διαβόλου ἔργοις, βδἐλυγμα Κυρίῳ· ζυγὸν δὲ δόλιον λέγει τὸν νοῦν, τὸν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρεκκλίνοντα δὲ τῇ τοῦ αὐτεξουσίου ῥοπῇ διὰ φίλους ἢ χρήματα.