Ancient Greek · ~4 min
CAP. XVII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 13
Not analysed yet
Πατέρα ἐνταῦθα τὸν Θεόν φησι· μητέρα, τὴν φιλανθρωπίαν αὐτοῦ· ἢ καὶ πεποίηκεν αὐτὸν σαρκωθῆναι, καὶ πάθη ὑπομεῖναι διʼ ἡμᾶς· ὁ δὲ Θεὸς καὶ Ηατὴρ ἡμῶν, οὐκ εὐφραίνεται ἐπὶ υἱῷ υἱοθετηθέντι μὲν, μὴ πεπαιδευμένῳ δὲ τὴν τοῦ Θεοῦ σοφίαν καὶ γνῶσιν, ἀλλὰ κακίᾳ καὶ πονηρίᾳ ἑαυτὸν ἐκδόντι· υἱὸς δὲ φρόνιμος εὐφραίνει τὴν μητέρα αὐτοῦ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἥ καὶ προσάγει ἡμᾶς αὐτῷ τᾦ Θεῷ καὶ Πατρὶ, ὡς υἱοὺς ἀπογαλακτισθέντας, καὶ τῆς πνευματικῆς στερεᾶς τροφῆς ἐφιεμένους· ἵνʼ ὡς καθʼ ὁμοιότητα ἀδελφὸς ἡμῖν γεγονὼς ὁ Υἱὸς αὐτοῦ Ἰησοῦς Χριστὸς, οὕτως καὶ ἡμεῖς πράξει καὶ λόγῳ πολιτευώμεθα ἕστι δὲ μήτηρ ἡμῶν καὶ ἡ Ἐκκλησία, ἥν τῷ Πνεύματι τῷ ἁγίῳ ἑαυτῷ Θεὸς καὶ Πατὴρ ἡρμόσατο εἰς γυναῖκα· τίκτει γὰρ ἀεὶ διʼ αὐτῆς ἑαυτῷ υἱοὺς καὶ θυγατέρας· καὶ ἐπὶ μὲν τοῖς πεπαιδευμένοις τὴν τοῦ Θεοῦ γνῶσιν καὶ σοφίαν, εὐφραίνεται καὶ ὁ Πατὴρ ἡμῶν Θεὸς, καὶ ἡ μήτηρ ἡ Ἐκκλησία· ἐπὶ δὲ τοῖς ἀπαιδεύτοις, πάνυ μὲν κήδεται καὶ λυπεῖται, ὡς μὴ θελόντων ἡμῶν ἐπιστρέψαι καὶ σωθῆναι, ἀλλὰ τῇ κακίᾳ προσμένειν.