Ancient Greek · ~2 min
CAP. XIX.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 13-2
Not analysed yet
Εἰ φόβος Κυρίου εἰς ζωὴν ἀνδρὶ, φόβος δὲ Κυρίου σοφία καὶ παιδεία, ἡ ζωὴ τοῦ ἀνδρὸς ἄρα σοφία ἐστὶ καὶ παιδεία· τὸ οὖν γνῶναι σοφίαν καὶ παιδείαν, γνῶναί ἐστι τὸν Χριστὸν καὶ τὴν αὐτοῦ διδασκαλίαν ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν ὁ Χριστός· οἱ οὖν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ ζῶντες, οὐκ ἐπισκέπτονται ἐν αὐτοῖς τὸν φόβον τοῦ Θεοῦ, καὶ τὸ ἔλεος ἐφʼ ἑαυτοῖς μὴ ἐλπίζοντες· οὐδὲ Χριστός ἐστιν ἐν αὐτοῖς, παρὰ τὸ μὴ θέλειν αὐτούς.