Ancient Greek · ~4 min
CAP. XXV.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 14-5
Not analysed yet
Ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ Σατανᾶ, λογισμὸν ἀκάθαρτον, ἢ ψευδὲς δόγμα ὑποδεξαμενος· τὴν δὲ πηγὴν τῆς σοφίας φράσσοι τις ἀποστρεφόμενος τὴν γνῶσιν αὐτῆς, καὶ τὴν διέξοδον τῆς γνώσεως τοῦ Θεοῦ ἀποῤῥυπῶντὰ(22)· δὲ νοήματα τοῦ νοῦ, τὰ μὲν πτώματα λέγονται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις, καὶ ἄλλα περῖπατος, καί τινα αὐτῶν προσκόμματα ὀνομάζεται, καὶ ἄλλα σκληρὰ καὶ μαλακὰ, καὶ εὐώδη καὶ δυσώδη, καὶ γλυκεῖα καὶ πικρὰ, καὶ λεῖα καὶ ὀρθὰ, καὶ σχολιά· καὶ πάλιν, τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος, καὶ ζωὴ καὶ θάνατος· τὰ δὲ, νόσος καὶ ὑγίεια, καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦδος καὶ ἀλήθεια, καὶ πολλὰ ἕτερα ὀνόματα τίθησι ῥαφὴ, κατά τε τῆς ψυχῆς καὶ τῶννοημάτων αὐτῆς. λίγα δὲ ἐκε πολλῶν ἐστιν εἰπεῖν· ἔστι δὲ ταῦτα· νοῦν, ψυχὴν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱὸν, πνεῦμα, ὀφθαλμὸν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, μυκτῆρα, πρόβατον, ἔριφον, ποιμένα, καὶ ἄλλα πλείονα ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι κατʼ εἶδος.