Ancient Greek · ~3 min
CAP. XVII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 15
Not analysed yet
Ὀργὴ τῷ ἄφρονι υἱῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπέμπεται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τῇ δὲ Ἐκκλησίᾳ τῇ γεννησαμένῃ τῷ Πνεύματι, καὶ τῇ τῶν ἀγίων χορείᾳ, ὀδύνη τότε πάντως ἕσται ἐπὶ τῇ ἀπωλείᾳ τοῦ ἅφρονος υἱοῦ· καὶ ὅτι ὁ μὲν φρόνιμος υἱὸς καὶτεκοῦσαν ἔχει καὶ μητέρα· ὁ δὲ ἄφρων μόνην τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσα· ἡ δὲ τεκοῦσα, οὐ πάντως ἕσται καὶ μήτηρ· ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μὲν ἕστι, μήτηρ δὲ οὐκ ἕστι· διότι μηδὲ τοῦ τῆς υἱοθεσίας μετέσχηκε Πνεύματος τὸ τεχθέν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται, καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν· οὐκέτι δὲ μητέρα τοῦ παιδὸς ἀποθανόντος.