Ancient Greek · ~4 min
CAP.XXIV.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 2-13
Not analysed yet
Ὁ περὶ τὴν πίστιν, ἤ τινα τῶν ἀρετῶν ναυαγῶν, ἀκυβέρνητος πρὸς πόλεμον τῶν ἀντικειμένων δυνάμεων, τῇ τε θεολογίᾳ καὶ ταῖς ἀρεταῖς· ὁ δὲ μετὰ κυβερνήσεως πολεμῶν, ἔοικεν ἐπὶ γῆς νοῦν ἔχειν προηγεῖται δὲ τῆς τοῦ Θεοῦ βοηθείας, καρδία βουλευτικὴ, ἡ πάντα μετὰ βουλῆς ποιοῦσα· δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστι γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον, καὶ περὶ ἀγάπην, καὶ φιλαργυρίαν, καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας συμβαίνει ναυἀγιον· εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντικειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῖν ἐστιν βίος ἐπὶ τῆς γῆς· ἐὰν γὰρ θέλωμεν ἡμεῖς, ποντίζομεν αὐτοὺς ἐν προσευχῇ καρδίας, καὶ διανοίᾳ πρὸς Θεὸν τετραμμένῃ· ἐὰν δὲ μὴ θέλωμεν, ποντιζόμεθα· ἐὰν δὲ καὶ πολεμούμεθα ὑπʼ ἐκείνων, εἰ καὶ πολὺς καὶ σφοδρὸς ὁ πόλεμος αὐτῶν, οὐθέν ἐστι· νηστείᾳ μόνον καὶ ἐγκρατείᾳ περιφράξωμεν ἑαυτοὺς, καὶ ὡς ἀράχνην αὐτούς τε καὶ τὰ ὅπλα αὐτῶν συγκόψομεν· ἐὰν δὲ κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ὅπου εἰσὶ δύο ἢ τρεῖς, ἡ καρδία, ὁ νοῦς, καὶ ἡ ψυχὴ, συμφωνήσουσι δὲ ἐν ἐντολαῖς αὐτοῦ περιέχεσθαι, ὁ Κύριος μεθʼ ἡμῶν.