Ancient Greek · ~2 min
2 to 3
Origen, Expositio in Proverbia (fragmenta e catenis) 2-15-3
Not analysed yet
Τοῖς ἐν ἁμαρτίαις ὀδυνωμένοις καὶ ἀπογνώσει, δότε ἐκ τοῦ ἀμπελῶνος τοῦ Κυρίου πιεῖν εἰς μέθην, τουτέστι νηστείαν, προσευχὴν, ἐγκράτειαν, ἐξομολόγησιν καὶ πάντα ὅσα εἰς εὐφροσύνην ψυχῆς· τοῖς δὲ ἐν ἀρχαῖς, ὀδύνας τῆς ἁμαρτίας πιεῖν εἰς κόρον, ἵνα πιόντες ἐπιλάθωνται τῆς δαιμονιώδους πενίας· ὁ γὰρ μεθυσθεὶς ἀπὸ τῆς γνώσεως τοῦ Κυρίου, ἐπιλανθἀνεται τὴν πρᾶξιν τῶν ὀδυνῶν. Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον ταῖς ἁμαρτίαις.