Ancient Greek · ~2 min
CAP. XXV.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 2-16
Not analysed yet
Οἶος εἶ, τοιοῦτος φαίνου, καὶ μὴ ἀλαζονεύου, ἀλλʼ ἐπὶ σοφῶν σίγα, καὶ ἐπὶ πρεσβυτέρων ἀκροαοῦ· μὴ εἴπῃς, Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· μὴ ἔρα τῶν πρωτείων τῆς προκαθεδρίας, ἀλλὰ τὸν ἔσχατον τόπον ἀπόβλεπε· χρεῖσσον γὰρ ῥηθῆναί σοι, Ἀνάβηθι πρός με, ἢ πρὸς τὸν ἔσχατον τόπον ἀποδοθῆναί σε μετʼ αἰσχύνης ἐν προσώπῳ δυνάστου· μήτε γὰρ φρόνιμον ἑαυτὸν κήρυττε, μήτε δίκαιον λογίζου· κρεῖσσον γὰρ ῥηθῆναι περὶ σοῦ· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπέρ πᾶν ὄνομα.