Ancient Greek · ~2 min
CAP. XI.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 2-6
Not analysed yet
Οὐχ ὡς ὑποκειμένου τοῦ εὐσεβοῦς τῇ δίκῃ φησὶ τὸ, Ἀντ᾿ αὐτοῦπαραδίδοται ἀσεβὴς, ἀλλʼ ἐπειδὴ ἡ παγίς ἐστιν ἀπὸ τοῦ πονηροῦ κατὰ τοῦ δικαίου, τούτου ῥυομένου περιπίπτει ταύτῃ ὁ ἀσεβής· ἐξαρπάζεται ὁ εὐσεβὴς ὑπὸ Θεοῦ, ὁ δὲ ἀσεβὴς ἐγκαταλειφθεὶς, περιπίπτει· κατὰ τὸ, Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Ἤ ἐπειδὴ ὁ δίκαιος ὑπόκειταί τισιν ὡς ἄνθρωπος ἁμαρτήμασιν, ἐλθὼν ὁ ἀσεβὴς καὶ κακοποιήσας τὸν δίκαιον, τῶν μὲν ἁμαρτιῶν καὶ τῶν κολάσεων τῶν μελλουσῶν ἐῤῥύσατο, εἰς ἑαυτὸν δὲ τὰς τιμωρίας ἀνεδέξατο. Παραδίδοται δὲ ὑφʼ ἑαυτοῦ ὑπὸ τῆς ἰδίας κακίας, ὡς παραδοὺς ἑαυτὸν εἰς ἀδόκιμον νοῦν.