Ancient Greek · ~2 min
CAP. I.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 3
Not analysed yet
Τουτέστιν ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον· ἀνεπιστήμων γάρ τις ὢν δικαιοσύνης, οὐκ ἂν διέλοι τὰς ἀμφισβητήσεις ὀρθῶς· οὐδὲ Σολομὼν γὰρ ἔκρινεν ὀρθῶς ταῖς πόρναις, μὴ σώζων ἀκριβεῖς τοῦ δικαίου τοὺς λόγους· ὀρθῶς δὲ καὶ ἀδιαστρόφως κριοῦμεν, εἰ πειθόμεθα μὲν ἀρετῇ, καταγινώσκομεν δὲ κακίας. Τρία δὲ κριτήρια ἐν ἡμῖν· αἴσθησις, λόγος, καὶ νοῦ καὶ ἡ μὲν αἴσθησις, τῶν αἰσθητῶν· ὁ δὲ λόγος, τῶν ῥημάτων καὶ τῶν νοημάτων· ὁ δὲ νοῦς, θεωρία τῶν νοητῶν.